Ancient Greek · ~5 min
Book 8, Chapter 5
Strabo, Γεωγραφικά 8.5.8
Not analysed yet
ὅτι δὲ Λακεδαίμων ὁμωνύμως λέγεται καὶ ἡ χώρα καὶ ἡ πόλις, δηλοῖ καὶ Ὅμηρος· λέγω δὲ χώραν σὺν τῇ Μεσσηνίᾳ. περὶ μ τόξων ὅταν λέγῃ καλά, τὰ οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας, Ἴφιτος Εὐρυτίδης, εἶτʼ ἐπενέγκῃ τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν οἴκῳ ἐν Ὀρτιλόχοιο, τὴν χώραν λέγει, ἧς μέρος ἦν καὶ ἡ Μεσσηνία· οὐ διήνεγκεν οὖν αὐτῷ καὶ οὕτως εἰπεῖν ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας, καὶ τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην. ὅτι γὰρ αἱ Φηραὶ εἰσὶν ὁ τοῦ Ὀρτιλόχου οἶκος δῆλον· ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο, ὅ τε Τηλέμαχος καὶ ὁ Πεισίστρατος· αἱ δὲ Φηραὶ τῆς Μεσσηνίας εἰσίν. ὅταν δʼ ἐκ τῶν Φηρῶν ὁρμηθέντας τοὺς περὶ Τηλέμαχον πανημερίους φῇ σείειν ζυγόν, εἶτʼ εἴπῃ δύσετό τʼ ἠέλιος, οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν· πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου, τὴν πόλιν δεῖ δέχεσθαι· εἰ δὲ μή, ἐκ Λακεδαίμονος εἰς Λακεδαίμονα φανεῖται λέγων τὴν ἄφιξιν· ἄλλως τε οὐ πιθανὸν μὴ ἐν Σπάρτῃ τὴν οἴκησιν εἶναι τοῦ Μενελάου, μὴ οὔσης ἐκεῖ τὸν Τηλέμαχον λέγειν εἶμι γὰρ ἐς Σπάρτην τε καὶ εἰς Πύλον. δοκεῖ πίπτειν τούτῳ τὸ τοῖς τῆς χώρας ἐπιθέτοις αὐ εἰ μὴ νὴ Δία ποιητικῇ τις τοῦτο συγχωρήσει ἐξοτιον γὰρ τὴν Μεσσήνην μετὰ τῆς Λακωνικῆ τῆς ὑπὸ τῷ Νέστορι, μηδὲ δὴ καθʼ αὑτὴν τάτ καταλόγῳ μηδὲ κοινωνοῦσαν τῆς στρα.