Ancient Greek · ~4 min
Book 8, Chapter 6
Strabo, Γεωγραφικά 8.6.17
Not analysed yet
ὁ δὲ ποιητὴς ἔνια μὲν χωρία λέγει συνεχῶς ὥσπερ καὶ κεῖται οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε Ἑρμιόνην τʼ Ἀσίνην τε Τροιζῆνʼ Ἠιόνας τε. ἄλλοτε δʼ οὐχ ὡς ἔστι τῇ τάξει σχοῖνόν τε Σκῶλόν τε Θέσπειαν Γραῖάν τε. τά τʼ ἐν ἠπείρῳ ταῖς νήσοις συμφράζει οἵ ῥʼ Ἰθάκην εἶχον, καὶ Κροκύλειʼ ἐνέμοντο. τὰ γὰρ Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσιν. οὕτω δὲ καὶ νῦν τῇ Αἰγίνῃ τὸν Μάσητα συνῆψεν ὄντα τῆς Ἀργολικῆς ἠπείρου. Θυρέας δὲ Ὅμηρος μὲν οὐκ ὠνόμασεν, οἱ δʼ ἄλλοι θρυλοῦσι· περὶ ὧν Ἀργείοις καὶ Λακεδαιμονίοις συνέστη ἀγὼν τριακοσίοις πρὸς τριακοσίους· ἐνίκων δὲ Λακεδαιμόνιοι στρατηγοῦντος Ὀθρυάδα· εἶναι δέ φησι τὸ χωρίον τοῦτο Θουκυδίδης ἐν τῇ Κυνουρίᾳ κατὰ τὴν μεθορίαν τῆς Ἀργείας καὶ τῆς Λακωνικῆς. εἰσὶ δὲ καὶ Ὑσίαι τόπος γνώριμος τῆς Ἀργολικῆς καὶ Κεγχρεαί, αἳ κεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους. Ὅμηρος δʼ αὐτὰς οὐκ οἶδεν.