Ancient Greek · ~4 min
Book 8, Chapter 6
Strabo, Γεωγραφικά 8.6.5
Not analysed yet
καὶ πρῶτον ποσαχῶς λέγεται παρὰ τῷ ποιητῇ τὸ Ἄργος καὶ καθʼ αὑτὸ καὶ μετὰ τοῦ ἐπιθέτου, Ἀχαιικὸν Ἄργος καλοῦντος ἢ Ἴασον ἢ ἵππιον ἢ Πελασγικὸν ἢ ἱππόβοτον. καὶ γὰρ ἡ πόλις Ἄργος λέγεται Ἄργος τε Σπάρτη τε. οἱ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε. καὶ ἡ Πελοπόννησος ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ. οὐ γὰρ ἡ πόλις γε ἦν οἶκος αὐτοῦ. καὶ ὅλη ἡ Ἑλλάς· Ἀργείους γοῦν καλεῖ πάντας καθάπερ καὶ Δαναοὺς καὶ Ἀχαιούς. τὴν δʼ οὖν ὁμωνυμίαν τοῖς ἐπιθέτοις διαστέλλεται, τὴν μὲν Θετταλίαν Πελασγικὸν Ἄργος καλῶν νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον. τὴν δὲ Πελοπόννησον εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιικὸν ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ. σημαίνων ἐνταῦθα, ὅτι καὶ Ἀχαιοὶ ἰδίως ὠνομάζοντο οἱ Πελοποννήσιοι κατʼ ἄλλην σημασίαν. Ἴασόν τε Ἄργος τὴν Πελοπόννησον λέγει εἰ πάντες γʼ ἐσίδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί τὴν Πηνελόπην, ὅτι πλείους ἂν λάβοι μνηστῆρας· οὐ γὰρ τοὺς ἐξ ὅλης τῆς Ἑλλάδος εἰκός, ἀλλὰ τοὺς ἐγγύς. ἱππόβοτον δὲ καὶ ἵππιον κοινῶς εἴρηκε.