Ancient Greek · ~5 min
Book 9, Chapter 1
Strabo, Γεωγραφικά 9.1.10
Not analysed yet
καὶ νῦν μὲν ἔχουσιν Ἀθηναῖοι τὴν νῆσον, τὸ δὲ παλαιὸν πρὸς Μεγαρέας ὑπῆρξεν αὐτοῖς ἔρις περὶ αὐτῆς· καί φασιν οἱ μὲν Πεισίστρατον οἱ δὲ Σόλωνα παρεγγράψαντα ἐν τῷ νεῶν καταλόγῳ μετὰ τὸ ἔπος τοῦτο Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας ἑξῆς τοῦτο στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες, μάρτυρι χρήσασθαι τῷ ποιητῇ τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι. οὐ παραδέχονται δὲ τοῦθʼ οἱ κριτικοὶ διὰ τὸ πολλὰ τῶν ἐπῶν ἀντιμαρτυρεῖν αὐτοῖς. διὰ τί γὰρ ναυλοχῶν ἔσχατος φαίνεται ὁ Αἴας, οὐ μετʼ Ἀθηναίων ἀλλὰ μετὰ τῶν ὑπὸ Πρωτεσιλάῳ Θετταλῶν; ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου Hom. Il. 13. 681 καὶ ἐν τῇ ἐπιπωλήσει ὁ Ἀγαμέμνων εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον ἑσταότʼ, ἀμφὶ δʼ Ἀθηναῖοι, μήστωρες ἀυτῆς. αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες. ἐπὶ δὲ τὸν Αἴαντα καὶ τοὺς Σαλαμινίους πάλιν ἦλθε δʼ ἐπʼ Αἰάντεσσι, καὶ παρʼ αὐτούς Ἰδομενεὺς δʼ ἑτέρωθεν, οὐ Μενεσθεύς. οἱ μὲν δὴ Ἀθηναῖοι τοιαύτην τινὰ σκήψασθαι μαρτυρίαν παρʼ Ὁμήρου δοκοῦσιν, οἱ δὲ Μεγαρεῖς ἀντιπαρῳδῆσαι οὕτως Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν νέας, ἔκ τε Πολίχνης, ἔκ τʼ Αἰγειρούσσης Νισαίης τε Τριπόδων τε. ἅ ἐστι χωρία Μεγαρικά, ὧν οἱ Τρίποδες Τριποδίσκιον λέγονται, καθʼ ὃ ἡ νῦν ἀγορὰ τῶν Μεγάρων κεῖται.