Ancient Greek · ~4 min
Book 9, Chapter 1
Strabo, Γεωγραφικά 9.1.17
Not analysed yet
ἔχουσι δὲ κἂν εἰ μὴ πάντες οἵ γε πολλοὶ μυθοποιίας συχνὰς καὶ ἱστορίας· καθάπερ Ἄφιδνα μὲν τὴν τῆς Ἑλένης ἁρπαγὴν ὑπὸ Θησέως καὶ τὴν ὑπὸ τῶν Διοσκούρων ἐκπόρθησιν αὐτῆς καὶ ἀνακομιδὴν τῆς ἀδελφῆς, Μαραθὼν δὲ τὸν Περσικὸν ἀγῶνα, Ῥαμνοῦς δὲ τὸ τῆς Νεμέσεως ξόανον, ὅ τινες μὲν Διοδότου φασὶν ἔργον τινὲς δὲ Ἀγορακρίτου τοῦ Παρίου, καὶ μεγέθει καὶ κάλλει σφόδρα κατωρθωμένον καὶ ἐνάμιλλον τοῖς Φειδίου ἔργοις. οὕτω δὲ καὶ Δεκέλεια μὲν τὸ ὁρμητήριον τῶν Πελοποννησίων κατὰ τὸν Δεκελεικὸν πόλεμον, Φυλὴ δὲ ὅθεν ἐπήγαγε τὸν δῆμον Θρασύβουλος εἰς Πειραιᾶ κἀκεῖθεν εἰς ἄστυ. οὕτω δὲ καὶ ἐπʼ ἄλλων πλειόνων ἔστιν ἱστορεῖν πολλά· καὶ ἔτι τὸ Λεωκόριον καὶ τὸ Θηυς ἔχει, καὶ τὸ Λύκειον καὶ τὸ Ὀλυμπικὸν ὸ τὸ Ὀλύμπιον, ὅπερ ἡμιτελὲς κατέλιπε τελευτῶν ὁ ἀναθεὶς βασιλεύς· ὁμοίως δὲ καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι τῶν φιλοσόφων καὶ τὸ Ὠιδεῖον καὶ ἡ ποικίλη στοὰ καὶ τὰ ἱερὰ τὰ ἐν τῇ πό ἔχοντα τεχνιτῶν ἔργα.