Ancient Greek · ~4 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.1
Not analysed yet
ἑξῆς δʼ ἐστὶν ἡ Βοιωτία, περὶ ἧς λέγοντα καὶ περὶ τῶν συνεχῶν ἐθνῶν ἀνάμνησιν ποιήσασθαι χρὴ τοῦ σαφοῦς χάριν ὧν εἴπομεν πρότερον. εν δὲ τὴν ἀπὸ Σουνίου παραλίαν μέχρι Θετταλο ἐπὶ τὰς ἄρκτους τετάσθαι, μικρὸν ἐκκλίνουσαν ἔχουσαν τὴν θάλατταν πρὸς ἕω, τὰ δʼ ὑπερη πρὸς δύσιν ὡς ἂν ταινίας τινὰς διὰ τῆς τεταμένας παραλλήλους· ὧν πρώτη ἐστὶν Μεγαρίδι ὡς ἂν ταινία τις, τὸ μὲν ἑωθισα τὴν ἀπὸ Σουνίου μέχρι Ὠρωποῦ καὶ ίας, τὸ δʼ ἑσπέριον τόν τε Ἰσθμὸν καὶ τὴν ατταν τὴν κατὰ Παγὰς μέχρι τῶν ας τῶν περὶ Κρέουσαν· τὰ δὲ λοιπὰ μέχρι Ἰσθμοῦ παραλίαν καὶ τὴν ὡς ἂν ς ὀρεινὴν τὴν διείργουσαν ἀπὸ τῆς ττικήν. δευτέρα δʼ ἐστὶν ἡ Βοιωτία ἀπὸ τῆς ἕω ἐπὶ δύσιν τεταμένη ταινία τις ἀπὸ τῆς κατʼ Εὔβοιαν θαλάττης ἐπὶ θάλατταν τὴν κατὰ τὸν Κρισαῖον κόλπον, ἰσομήκης πως τῇ Ἀττικῇ ἢ καὶ ἐλάττων κατὰ μῆκος· ἀρετῇ μέντοι τῆς χώρας πάμπολυ διαφέρει.