Ancient Greek · ~3 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.12
Not analysed yet
ἔστι δὲ τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀνιόντι ἐν ἀριστερᾷ ἡ Τάναγρα κ ἐν δεξιᾷ κεῖται· καὶ ἡ Ὑρία δὲ τῆς Ταναγραίας νῦν ἐστί, πρότερον δὲ τῆς Θηβαΐδος· ὅπου ὁ Ὑριεὺς μεμύθευται καὶ ἡ τοῦ Ὠρίωνος γένεσις, ἥν φησι Πίνδαρος ἐν τοῖς διθυράμβοις· κεῖται δʼ ἐγγὺς Αὐλίδος. ἔνιοι δὲ τὰς Ὑσιὰς Ὑρίην λέγεσθαί φασι, τῆς Παρασωπίας οὖσαν ὑπὸ τῷ Κιθαιρῶνι πλησίον Ἐρυθρῶν ἐν τῇ μεσογαίᾳ, ἄποικον Ὑριέων, κτίσμα δὲ Νυκτέως τοῦ Ἀντιόπης πατρός. εἰσὶ δὲ καὶ ἐν τῇ Ἀργείᾳ Ὑσίαι κώ, οἱ δʼ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται. τῶν δʼ Ἐρυθρῶν τούτων ἄποικοι αἱ ἐν Ἰωνίᾳ Ἐρυθραί. καὶ ὁ Ἑλεὼν δʼ ἐστὶ κώμη Ταναγρική, ἀπὸ τῶν ἑλῶν ὠνομασμένη.