Ancient Greek · ~2 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.23
Not analysed yet
Σκῶλος δʼ ἐστὶ κώμη τῆς Παρασωπίας ὑπὸ τῷ Κιθαιρῶνι, δυσοίκητος τόπος καὶ τραχύς, ἀφʼ οὗ καὶ ἡ παροιμία εἰς Σκῶλον μήτʼ αὐτὸς ἴναι, μήτʼ ἄλλῳ ἕπεσθαι. καὶ τὸν Πενθέα δὲ ἐνθένδε καταγόμενον διασπασθῆναί φασιν. ἦν δὲ καὶ τῶν περὶ Ὄλυνθον πόλεων ὁμώνυμος αὐτῇ Σκῶλος. εἴρηται δʼ ὅτι Παρασώπιοι καὶ κώμη τις καλεῖται ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, παρʼ ἣν ῥεῖ Ἀσωπὸς ποταμός, καὶ ὅτι ἐν Σικυωνίᾳ ἄλλος ἐστὶν Ἀσωπὸς καὶ ἡ χώρα Ἀσωπία, διʼ ἧς ῥεῖ.