Ancient Greek · ~3 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.29
Not analysed yet
ἑξῆς δὲ Κορώνειαν καταλέγει καὶ Ἁλίαρτον καὶ Πλαταιὰς καὶ Γλίσσαντα. ἡ μὲν οὖν Κορώνεια ἐγγὺς τοῦ Ἑλικῶνός ἐστιν ἐφʼ ὕψους ἱδρυμένη, κατελάβοντο δʼ αὐτὴν ἐπανιόντες ἐκ τῆς Θετταλικῆς Ἄρνης οἱ Βοιωτοὶ μετὰ τὰ Τρωικά, ὅτε περ καὶ τὸν Ὀρχομενὸν ἔσχον· κρατήσαντες δὲ τῆς Κορωνείας ἐν τῷ πρὸ αὐτῆς πεδίῳ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν ἱδρύσαντο ὁμώνυμον τῷ Θετταλικῷ, καὶ τὸν παραρρέοντα ποταμὸν Κουάριον προσηγόρευσαν ὁμοφώνως τῷ ἐκεῖ. Ἀλκαῖος δὲ καλεῖ Κωράλιον λέγων ασσʼ Ἀθανάα πολε, ἅ ποι Κορωνίας ἐπὶ λαΐω ναύω πάροιθεν ἀμφι Κωραλίω ποταμῶ παρʼ ὄχθαις. ἐνταῦθα δὲ καὶ τὰ Παμβοιώτια συντέλουν· συγκαθίδρυται δὲ τῇ Ἀθηνᾷ ὁ Ἅιδης κατά τινα, ὥς φασι, μυστικὴν αἰτίαν. οἱ μὲν οὖν ἐν τῇ Κορωνείᾳ Κορώνιοι λέγονται, οἱ δʼ ἐν τῇ Μεσσηνιακῇ Κορωναεῖς.