Ancient Greek · ~2 min
Book 9, Chapter 2
Strabo, Γεωγραφικά 9.2.8
Not analysed yet
εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα· εἶθʼ ἡ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων· λιμὴν δʼ ἐστὶ πεντήκοντα πλοίοις, ὥστʼ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. καὶ ὁ Εὔριπος δʼ ἐστὶ πλησίον ὁ Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα· ἔστι δʼ ἐπʼ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα· πύργος δʼ ἑκατέρωθεν ἐφέστηκεν ὁ μὲν ἐκ τῆς Χαλκίδος ὁ δʼ ἐκ τῆς Βοιωτίας· διῳκοδόμηται δʼ εἰς αὐτοὺς σῦριγξ. περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθʼ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δʼ αἰτίαν ἐν ἄλλοις σκεπτέον.