Ancient Greek · ~2 min
Book 9, Chapter 3
Strabo, Γεωγραφικά 9.3.5
Not analysed yet
φασὶ δʼ εἶναι τὸ μαντεῖον ἄντρον κοῖλον κατὰ βάθους οὐ μάλα εὐρύστομον, ἀναφέρεσθαι δʼ ἐξ αὐτοῦ πνεῦμα ἐνθουσιαστικόν, ὑπερκεῖσθαι δὲ τοῦ στομίου τρίποδα ὑψηλόν, ἐφʼ ὃν τὴν Πυθίαν ἀναβαίνουσαν δεχομένην τὸ πνεῦμα ἀποθεσπίζειν ἔμμετρά τε καὶ ἄμετρα· ἐντείνειν δὲ καὶ ταῦτα εἰς μέτρον ποιητάς τινας ὑπουργοῦντας τῷ ἱερῷ. πρώτην δὲ Φημονόην γενέσθαι φασὶ Πυθίαν, κεκλῆσθαι δὲ καὶ τὴν προφῆτιν οὕτω καὶ τὴν πόλιν ἀπὸ τοῦ πυθέσθαι, ἐκτετάσθαι δὲ τὴν πρώτην συλλαβήν, ὡς ἐπὶ τοῦ ἀθανάτου καὶ ἀκαμάτου καὶ διακόνου.