Ancient Greek · ~2 min
Book 9, Chapter 4
Strabo, Γεωγραφικά 9.4.1
Not analysed yet
ἐφεξῆς δʼ ἐστὶν ἡ Λοκρίς, ὥστε περὶ ταύτης λεκτέον. διῄρηται δὲ δίχα· τὸ μὲν γὰρ αὐτῆς ἐστιν οἱ πρὸς Εὔβοιαν Λοκροί, γομεν σχίζεσθαί ποτε ἐφʼ ἑκάτερα τοῦ Δαφνοῦντος· ἐπεκαλοῦντο δʼ οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους τινὸς Κνημῖδος· τὸ δὲ λοιπὸν οἱ ἑσπέριοί εἰσι Λοκροί, οἱ δʼ αὐτοὶ καὶ Ὀζόλαι καλοῦνται. χωρίζει δʼ αὐτοὺς ἀπὸ τῶν Ὀπουντίων καὶ τῶν Ἐπικνημιδίων ὅ τε Παρνασσὸς μεταξὺ ἱδρυμένος καὶ ἡ τῶν Δωριέων τετράπολις. ἀρκτέον δʼ ἀπὸ τῶν Ὀπουντίων.