Ancient Greek · ~1 min
Book 9, Chapter 4
Strabo, Γεωγραφικά 9.4.3
Not analysed yet
ἑξῆς μετὰ τὸν Κῦνον Ἀλόπη ἐστὶ καὶ ὁ Δαφνοῦς, ὃν ἔφαμεν κατεσπάσθαι· λιμὴν δʼ ἐστὶν αὐτόθι διέχων Κύνου περὶ ἐνενήκοντα σταδίους, Ἐλατείας δὲ πεζεύοντι εἰς τὴν μεσόγαιαν ἑκατὸν εἴκοσιν. ἤδη δʼ ἐστὶ ταῦτα τοῦ Μαλιακοῦ κόλπου· μετὰ γὰρ τὸν Ὀπούντιον συνεχής ἐστιν οὗτος.