Ancient Greek · ~1 min
Book 9, Chapter 4
Strabo, Γεωγραφικά 9.4.6
Not analysed yet
ἡ δὲ Τάρφη κεῖται ἐφʼ ὕψους, διέχουσα σταδίους εἴκοσι, χώραν δʼ εὔκαρπόν τε καὶ εὔδενδρον ἔχει· ἤδη γὰρ καὶ αὕτη ἀπὸ τοῦ δάσους ὠνόμασται. καλεῖται δὲ νῦν Φαρύγαι· ἵδρυται δʼ αὐτόθι Ἥρας Φαρυγαίας ἱερὸν ἀπὸ τῆς ἐν Φαρύγαις τῆς Ἀργείας· καὶ δὴ καὶ ἄποικοί φασιν εἶναι Ἀργείων.