Ancient Greek · ~4 min
Book 9, Chapter 5
Strabo, Γεωγραφικά 9.5.5
Not analysed yet
πρώτους δὴ καταλέγει τοὺς ὑπʼ Ἀχιλλεῖ τοὺς τὸ νότιον πλευρὸν κατέχοντας καὶ παρακειμένους τῇ τε Οἴτῃ καὶ τοῖς Ἐπικνημιδίοις Λοκροῖς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνʼ ἐνέμοντο, οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. συζεύγνυσι δὲ τούτοις καὶ τοὺς ὑπὸ τῷ Φοίνικι καὶ κοινὸν ἀμφοῖν ποιεῖ τὸν στόλον. ὁ μὲν οὖν ποιητὴς οὐδαμοῦ μέμνηται Δολοπικῆς στρατιᾶς κατὰ τοὺς περὶ Ἴλιον ἀγῶνας· οὐδὲ γὰρ αὐτῶν τὸν ἡγεμόνα Φοίνικα πεποίηκεν εἰς τοὺς κινδύνους ἐξιόντα, καθάπερ τὸν Νέστορα· ἄλλοι δʼ εἰρήκασι, καθάπερ καὶ Πίνδαρος μνησθεὶς τοῦ Φοίνικος ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι, ἱπποδάμων Δαναῶν βέλεσι πρόσφορον. τοῦτο δὴ καὶ παρὰ τῷ ποιητῇ κατὰ τὸ σιωπώμενον, ὡς εἰώθασι λέγειν οἱ γραμματικοί, συνυπακουστέον. γελοῖον γὰρ τὸ τὸν βασιλέα μετέχειν τῆς στρατείας, τοὺς δʼ ὑπηκόους μὴ παρεῖναι · οὐδὲ γὰρ συστρατεύειν ἂν τῷ Ἀχιλλεῖ δόξειεν, ἀλλὰ μόνον ἐπιστάτης καὶ ῥήτωρ ἕπεσθαι, εἰ δʼ ἄρα, σύμβουλος. τὰ δʼ ἔπη βούλεται καὶ τοῦτο δηλοῦν· τοιοῦτον γὰρ τὸ μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων. ταῦτα λέγων.