Ancient Greek · ~3 min
Book 9, Chapter 5
Strabo, Γεωγραφικά 9.5.9
Not analysed yet
τοῦ δὲ Σπερχειοῦ μεμνημένος πολλάκις ὡς ἐπιχωρίου ποταμοῦ, τὰς πηγὰς ἔχοντος ἐκ Τυφρηστοῦ Δρυοπικοῦ ὄρους, τοῦ καλουμένου ότερον, ἐκδιδόντος δὲ πλησίον Θερμοπυλῶν μεταξὺ αὐτῶν καὶ Λαμίας, δηλοῖ ὅτι καὶ τὰ ἐντὸς πυλῶν ὅσα τοῦ Μαλιακοῦ κόλπου καὶ τὰ ἐκτὸς ὑπʼ ἐκείνῳ ἦν· ἀπέχει δὲ Λαμίας ὁ Σπερχειὸς περὶ τριάκοντα σταδίους ὑπερκειμένης πεδίου τινὸς καθήκοντος ἐπὶ τὸν Μαλιακὸν κόλπον· ὅτι δʼ ὁ Σπερχειὸς ἐπιχώριος, ἔκ τε τοῦ τρέφειν ἐκείνῳ τὴν κόμην φάσκειν καὶ τοῦ τὸν Μενέσθιον, ἕνα τῶν λοχαγῶν αὐτοῦ, Σπερχειοῦ λέγεσθαι παῖδα καὶ τῆς ἀδελφῆς τῆς Ἀχιλλέως. Μυρμιδόνας δʼ εἰκὸς καλεῖσθαι πάντας τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Πατρόκλῳ, οἳ συνηκολούθησαν ἐξ Αἰγίνης φεύγοντι τῷ Πηλεῖ. Ἀχαιοὶ δʼ ἐκαλοῦντο οἱ Φθιῶται πάντες.