Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1126
Not analysed yet
1126 Ἀλέξανδροϲ, Ἀντιοχείαϲ ἐπίϲκοποϲ· ἐπὶ Ἰωάννου τοῦ Χρυϲοϲτόμου· ὃϲ ϲυμβαίνουϲαν εἶχε τῇ ἀρχιερωϲύνῃ τὴν πολιτείαν. ἐν ἀϲκητικῇ γὰρ παλαίϲτρᾳ τὸν πρὸ τῆϲ ἐπιϲκοπῆϲ διατελέϲαϲ χρόνον καὶ γυμναϲάμενοϲ ἐπὶ πλεῖϲτον ὤφθη γενναῖοϲ ἀγωνιϲτήϲ, καὶ λόγῳ παιδεύων καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον· ὃϲ Πορφύριον διεδέξατο. ἐκεῖνοϲ μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν· ὁ δὲ Ἀλέξανδροϲ ἀϲκήϲει καὶ φιλοϲοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆϲ γλώττηϲ καὶ μυρίοιϲ ἑτέροιϲ πλεονεκτήμαϲι χάριτοϲ.