Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.114
Not analysed yet
114 Ἀγαθοεργία. Δαμάϲκιοϲ· ὡϲ δὲ ἑνὶ λόγῳ τὸ πᾶν ϲυλλαβεῖν, ὅπερ ἔφη ὁ Πυθαγόραϲ ὁμοιότατον ἔχειν τῷ θεῷ τὸν ἄνθρωπον, τοῦτο ϲαφῶϲ ἐπὶ τῶν ἔργων αὐτὸϲ ἐπεδείκνυτο, τὴν ἀγαθοεργὸν προθυμίαν καὶ τὴν ἐϲ πάνταϲ ἐπεκτεινομένην εὐεργεϲίαν, μάλιϲτα μὲν τὴν ἀναγωγὴν τῶν ψυχῶν ἀπὸ τῆϲ κάτω βριθούϲηϲ παντοίαϲ κακίαϲ · ἔπειτα καὶ τὴν ϲωτήριον τῶν ϲωμάτων ἐκ τῆϲ ἀδίκου ἢ ἀνοϲίου ταλαιπωρίαϲ· τὸ δ’ οὖ τρίτον, ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅϲη δύναμιϲ.