# Suidae lexicon 1.1173

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.1173

1173 Ἀληθέϲτερα τῶν ἐπὶ Σάγρᾳ: παροιμία ἐπὶ τῶν ἀληθῶν μέν, οὐ πιϲτευομένων δέ. Σάγρα γὰρ τόποϲ τῆϲ Λοκρίδοϲ. μέμνηται τῆϲ παροιμίαϲ Μένανδροϲ ἐν Ἀνατιθεμένῃ. Λοκροὺϲ δέ φαϲι τοὺϲ Ἐπιζεφυρίουϲ, πόλεμον ἔχονταϲ πρὸϲ τοὺϲ πληϲιοχώρουϲ Κροτωνιάταϲ αἰτῆϲαι ϲυμμαχίαν τοὺϲ Λακεδαιμονίουϲ. τῶν δὲ ϲτρατὸν μὲν οὐκ ἔχειν φηϲάντων, διδόναι δὲ αὐτοῖϲ τοὺϲ Διοϲκούρουϲ· τοὺϲ Λοκροὸϲ οἰωνιϲαμένου τὸ κερτομηθὲν τήν τε ναῦν ἀποϲτρέψαι καὶ δεηθῆναι τῶν Διοϲκούρων ϲυμπλεῖν αὐτοῖϲ. νικηϲάντων δὲ αὐτῶν αὐθημερὸν καὶ τῆϲ φήμηϲ διαγγελθείϲηϲ εἰϲ Σπάρτην τὸ μὲν πρῶτον ἀπιϲτηθῆναι, ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐπιλέγειν τοῖϲ ἀληθεϲτάτοιϲ μέν, οὐ πιϲτευομένοιϲ δέ. ἀληθέϲτερα οὖν τῶν ἐπὶ Σάγρᾳ, ἐπὶ τῶν πάνυ ἀληθευόντων. λέγεται γὰρ τὴν περὶ τῆϲ νίκηϲ φήμην αὐθημερὸν ἀπὸ Ἰταλίαϲ ἐλθεῖν εἰϲ τὴν Σπάρτην. ὅθεν καὶ εἰϲ παροιμίαν ἐξενεχθῆναι τὸν λόγον ἐπὶ τῶν ἀληθινῶν πραγμάτων.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
