# Suidae lexicon 1.1271-1279

Suda, Suidae lexicon, 1.1271 to 1.1279. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.1271

1271 Ἀλκαία· ἀλλ᾿ ὁ μὲν δράκων μεγέθει μέγιϲτοϲ ὢν τῷ οὐραίῳ τὸν λέοντα κατῃκίζετο. ὁ δὲ λέων ἤλγει μὲν καὶ τῇ ἀλκαίᾳ πρὸϲ ἄμυναν διηγείρετο. ὁ Λογοθέτηϲ φηϲὶν ἐν τῷ τοῦ ὁϲίου Μαρκέλλου βίῳ. 1272 Ἀλκαῖοϲ· Ὀμφάληϲ καὶ Ἡρακλέουϲ. ἐγένετο μέγαϲ καὶ ἰϲχυρὸϲ καὶ τὰ πολέμια γενναῖοϲ. 1273 Ἀλκαῖοϲ· Ἀθηναῖοϲ, τραγικόϲ, ὅν τινεϲ θέλουϲι πρῶτον τραγικὸν γεγονέναι. 1274 Ἀλκαῖοϲ· Μιτυληναῖοϲ, εἶτα Ἀθηναῖοϲ, κωμικὸϲ τῆϲ ἀρχαίαϲ κωμῳδίαϲ πέμπτοϲ· υἱὸϲ δὲ Μίκκου. ἔγραψε δράματα δέκα. 1275 Ἀλκέταϲ, Μολοττῶν βαϲιλεύϲ. ἀλλὰ καὶ ὑποϲτράτηγοϲ ἄλλοϲ Ἀλεξάνδρου. 1276 Ἀλκείδηϲ: ὁ Ἡρακλῆϲ παππωνυμικῶϲ. Ἀλκέωϲ γὰρ παῖϲ Ἀμφιτρύων. 1277 Ἀλκή: ἰϲχὺϲ, δύναμιϲ. Ἡϲίοδοϲ· ἀλκὴν μὲν γὰρ ἔδωκεν Ὀλύμπιοϲ Αἰακίδῃϲι, νοῦν δ᾿ Ἀμυθαονίδαιϲ, πλοῦτον δέ πεῤ καὶ Πολύβιοϲ· οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν. 1278 Ἀλκήενταϲ: εὐρώϲτουϲ, δυνατούϲ. Ἄρτεμι τόξα λαχοῦϲα καὶ ἀλκήενταϲ ὀϊϲτούϲ. 1279 Ἄλκηϲτιϲ: ὄνομα κύριον.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
