Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1280
Not analysed yet
1280 Ἀλκιβιάδηϲ· υἱὸϲ Κλεινίου καὶ τῆϲ ἀδελφῆϲ Περικλέουϲ, Ἀθηναῖοϲ, φιλόϲοφοϲ καὶ ῥήτωρ. μαθητὴϲ πρῶτον Σοφίλου, εἶτα Σωκρά τουϲ, οὗ καὶ ἐρώμενοϲ, ὥϲ τινεϲ. καὶ ἐκ δούλων δὲ τεχθέντα τινεϲ ἱϲτορήκαϲιν. οὗ τοϲ ἐϲτρατήγηϲεν Ἀθηναίων, καὶ λυπηθεὶϲ διὰ τὸ ἐκπεϲεῖν αὐτὸν τῆϲ ϲτρατηγίαϲ τῆϲ τῶν Ἑρμῶν ἀποκοπῆϲ ἕνεκα καὶ ἀποϲτὰϲ πρὸϲ Τιϲαφέρνην τὸν Πέρϲην καὶ πολέμου αἴτιοϲ γενόμενοϲ Ἀθηναίοιϲ πάλιν αὐτοῖϲ εὔνουϲ ἐγένετο. μέλλοντοϲ δὲ Λυϲάνδρου αὐτὸν ἀναιρεῖν, παῤ ᾧ διέτριβεν, εἰϲ κώμην τῆϲ Φρυγίαϲ ἑταίρῳ ϲυνὼν ὄναρ ἦν τεθεαμένοϲ τοιόνδε· ἐδόκει τὴν ἐϲθῆτα τῆϲ ἑταίραϲ ἔχων καίεϲθαι δίχα τῆϲ κεφαλῆϲ. οἱ δορυφόροι δὲ ἐπιϲτάντεϲ ὑφῆψαν τὴν ϲκηνήν, ὁ δὲ ἐξελθὼν βίᾳ τιτρώϲκεται διωχθείϲ. οἱ δὲ τὴν κεφαλὴν ἀφελόντεϲ αὐτοῦ Φαρναβάζῳ κομίζουϲιν. οὗτοϲ Ὀλύμπια νικήϲαϲ τὴν πανήγυριν ἅπαϲαν εἱϲτίαϲεν.