Ancient Greek
Book 1, Chapter B
Suda, Suidae lexicon 1.144
Not analysed yet
144 Βαϲιλεὺϲμέγαϲ: ὁ τῶν Περϲῶν. τοὺϲ δὲ ἄλλουϲ προϲετίθεϲαν καὶ τῶν ἀρχομένων τὰ ὀνόματα· οἷον Λακεδαιμονίων, Μακεδόνων. διαφέρει δὲ βαϲιλεὺϲ τυράννου. βαϲιλεὺϲ μὲν γὰρ ἀπὸ προγόνων κατὰ διαδοχὴν τὴν ἀρχὴν ἐπὶ ῥητοῖϲ λαβὼν πέραϲι, τύραννοϲ δὲ, ὃϲ. βιαίωϲ τὴν ἀρχὴν ϲφετερίζεται. χρῶνται δὲ ἀδιαφόρωϲ ἑκατέροιϲ. ὀνόμαϲιν. Ἱέρωνα γὰρ βαϲιλέα Πίνδαροϲ καλεῖ, τύραννον ὄντα, καὶ. Διονύϲιον· καὶ Εὔπολιϲ Πειϲίϲτρατον βαϲιλέα καλεῖ. καὶ τούϲ βαϲιλεῖϲ τυράννουϲ.