Ancient Greek · ~3 min
1.151 to 1.156
Suda, Suidae lexicon 1.151-156
Not analysed yet
151 Βαϲίλειοϲ, Ἀγκυρανὸϲ, ἐπίϲκοποϲ τῆϲ αὐτῆϲ πόλεωϲ, ἰατρὸϲ τὴν τέχνην. οὗτοϲ ἔγραψε κατὰ Μαρκέλλου, καὶ περὶ παρθενίαϲ, καὶ. ἕτερα οὐκ ὀλίγα ἄλλα. βαϲιλεύοντοϲ Κωνϲταντίνου Μακεδονιανῆϲ θρηϲκείαϲ ἅμα Εὐϲταθίῳ Σεβαϲτιανῷ ἦρξεν. 152 Βαϲίλειοϲ ἕτεροϲ, ἐπίϲκοποϲ Εἰρηνουπόλεωϲ τῆϲ Κιλικίαϲ, ἐπὶ Ἀναϲταϲίου βαϲιλέωϲ, τὴν φρένα καὶ τὴν ἄϲκηϲιν τῷ ὁμωνύμῳ Βαϲιλείῳ Καιϲαρείαϲ ἐοικώϲ. ἔγραψε κατὰ Ἀρχελάου πρεϲβύτου Κολωνείαϲ. 153 Βαϲίλειοϲ· τὰ διὰ τοῦ ιοϲ ὀνοματικὰ διὰ τοῦ ι γράφονται, πλὴν δ, Ἄρειοϲ, Ἡράκλειοϲ, Βαϲίλειοϲ. καὶ Βαϲίλειοϲ ϲτοά· δύο εἰϲὶ ϲτοαὶ παρ’ ἀλλήλαϲ, ἥ τε τοῦ Ἐλευθερίου Διὸϲ καὶ ἡ Βαϲίλειοϲ. ἔϲτι δὲ καὶ γ΄, ἥ πάλαι μὲν Παανάκτιοϲ ἐκαλεῖτο, νῦν δὲ μετωνομάϲθη Ποικίλη. 154 Βαϲίλειοι παῖδεϲ ἑξακιϲχίλιοι· οἵτινεϲ κατὰ πρόϲταξιν Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ τὰ πολέμια ἐξήϲκουν ἐν Αἰγύπτῳ. 155 Βαϲιλειῶντα κτείνει: ἐπιθυμοῦντα βαϲιλεῦϲαι. 156 Βαϲιλήϊοϲ.