Ancient Greek
Book 1, Chapter B
Suda, Suidae lexicon 1.164
Not analysed yet
164 Βαϲιλίϲκοϲ· ὅτι Βαϲιλίϲκοϲ, ὁ Ῥωμαίων τῶν ἑῴων βαϲιλεὺϲ, τῶν ἐκκληϲιῶν τοὺϲ ἐπιϲκόπουϲ εἰϲέπραττε χρήματα καὶ Ἀκάκιον τὸν Κωνϲταντινουπόλεωϲ ἐπίϲκοπον μικροῦ δεῖν ἀπώϲατο, εἰ μὴ τῷ πλήθει τῶν λεγομένων μοναχῶν ἀπεκρούϲθη. πολύϲ τε ἦν πρὸϲ ἐπιθυμίαν χρημάτων, ὡϲ μηδὲ αὐτῶν τῶν τὰϲ εὐτελεῖϲ καὶ βαναύϲουϲ μετιόντων ἐπιϲτήμαϲ ἀπέχεϲθαι. καὶ ἦν ἅπαντα μεϲτὰ δακρύων τῆ τῶν τοιούτων είϲφορῶν εἰϲπράξει. καὶ ζήτει ἐν τῷ Ἁρμάτοϲ.