Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.171
Not analysed yet
171 Βάϲϲοϲ Κορίνθιοϲ· Ἀπολλώνιοϲ πρὸϲ τοῦτον διηνέχθη. πατραλοίαϲ μὲν γὰρ οὗτοϲ ἐδόκει καὶ ἐπεπίϲτευτο, ϲοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο, καὶ χαλινὸϲ οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν ἐπέϲχεν ὁ Ἀπολλώνιοϲ, οἷϲ τε ἐπέϲτειλεν οἷϲ τε διελέχθη κατ’ αὐτοῦ. πάν γὰρ ὅπερ ὡϲ ἐϲ πατραλοίαν ἔλεγεν, ἀληθὲϲ ἐδόκει· μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐϲ λοιδορίαν ἐκπεϲεῖν μηδὲ ἀνειπεῖν τὸ μὴ ὄν.