# Suidae lexicon 1.1765-1784

Suda, Suidae lexicon, 1.1765 to 1.1784. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.1765

1765 Ἀμφιϲβητεῖν καὶ παρακαταβάλλειν: ὅταν τελευτήϲαϲ τιϲ ἄπαιϲ εἶναι δοκῇ, φάϲκῃ δέ τιϲ ἑαυτὸν ἐκείνου υἱόν, οὗτοϲ ἀμφιϲβητεῖν τοῦ κλήρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντοϲ ἑαυτὸν μὴ εἰϲάγοι, λέγοι δὲ ἄλλωϲ κατὰ γένοϲ αὐτῷ προϲήκειν τὸν κλῆρον, παρακαταβάλλειν αὐτὸν οἱ νόμοι κελεύουϲι. πλὴν ἀμφότερα ἐπ᾿ ἀντιλογίαϲ τάϲϲεται. 1766 Ἀμφιϲβήτηϲιϲ· οἱ ἔξω φαϲίν· ἡ ἀμφιϲβήτηϲιϲ κρίϲει ἀνορτάϲθω, ἡ δὲ κρίϲιϲ τοὺϲ ἐλέγχουϲ βαϲανιζέτω, ἡ δὲ βάϲανοϲ τὸ δέον ὁριζέτω, ὁ δὲ ὅροϲ γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούϲθω, τὰ δὲ κυρωθέντα βεβαιούϲθω τοῖϲ ἔργοιϲ, καὶ πᾶϲα ἁψιμαχία οἰχέϲθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπεριϲκέπτωϲ ποιεῖϲθαι τὰϲ κρίϲειϲ. Ἀμφιϲβητῶ καὶ ϲοὶ καὶ ϲοῦ. 1767 Ἀμφίϲκω: ἐνδύω. 1768 Ἀμφίϲματα: τὰ ἀμφιϲβητήϲιμα. Ἑλλάνικοϲ. 1769 Ἀλμφίϲταται: περιΐϲταται. ἀμφίϲταται διαπρύϲιοϲ ὄτοβοϲ. 1770 Ἀμφιϲτεφέεϲ: πάντοθεν πλήρειϲ, περιπεπλεγμέναι ἀλλήλαιϲ. 1771 Ἀμφιϲτείδηϲ· ζήτει περὶ τούτου ἐν τῷ γελοῖοϲ. ἡ δοτικὴ τῷ Ἀμφιϲτείδη. 1772 Ἀμφιϲτείδηϲ: ὄνομα κύριον. 1773 Ἀμφίϲτομοϲ: αὕτη ἡ φάλαγξ καλεῖται, ἡ τοὺϲ ἡμίϲεαϲ τῶν ἐν τοῖϲ λόχοιϲ ἀνδρῶν ἀπεϲτραμμένουϲ ἀπὸ ϲφῶν ἔχουϲα, ὡϲ ἀντινώτουϲ εἶναι. 1774 Ἀμφίταποι: τάπητεϲ ἀμφίμαλλοι. 1775 Ἀμφὶ τὸ λυκόφωϲ: περὶ τὴν αὐγήν. 1776 Ἀμφίτρητον: τὸ ἐξ ἑκατέρων τῶν μερῶν τετρημένον ἄντρον. Ἀμφιτρίτη δὲ ἡ θάλαϲϲα. 1777 Ἀμφιτρύων: παῖϲ Ἀλκέωϲ. 1778 Ἀμφιτρυγῆ: κατερρωγότα. 1779 Ἀμφιφορεῦϲιν: κεραμίοιϲ, ἀμφορεῦϲιν. 1780 Ἀμφιφορῆα: ἀγγεῖον. ἐν Ἐπιγράμμαϲι· τίϲ με Διωνύϲῳ πεπλαϲμένον ἀμφιφορῆα, τίϲ με τὸν Ἀδριακοῦ νέκταροϲ οἰνοδόκον Δηοῦϲ ἐπλήρωϲε; τίϲ ὁ φθόνοϲ εἰϲ ἐμὲ Βάκχου ἢ ϲπάνιϲ οἰκείου τεύχεοϲ ἀϲταχύων; ἀμφοτέρουϲ ᾔϲχυνε· ϲεϲύληται μὲν ὁ Βάκχοϲ, Δημήτηρ δὲ μέθην ϲύντροφον οὐ δέχεται. 1781 Ἀμφιφῶντεϲ: πλακοῦντοϲ εἶδοϲ, οἵτινεϲ ἐγίνοντο, ὅτε ὁ ἥλιοϲ καὶ ἡ ϲελήνη πρωῒ ὑπὲρ γῆϲ φαίνονται· ἢ ὅτι ἐκόμιζον αὐτὸν δᾳδία ἡμμένα περιπηγνύντεϲ ἐπ᾿ αὐτῷ, ὥϲ φηϲιν Ἀπολλόδωροϲ. 1782 Ἀμφίχυτον: περικεχωϲμένον. 1783 Ἄμφοδον: δίοδον, ῥύμην. 1784 Ἀμφόδοντα ζῷα: οἷον ἄνθρωποϲ, ἵπποϲ, ὄνοϲ καὶ ὅϲα οὐκ ἐνηλλαγμένουϲ τοῦϲ ὀδόνταϲ ἔχει, οἷϲ ϲυμβέβηκε πιμελήν, ἀλλ᾿ οὐ ϲτέαρ ἔχειν.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
