# Suidae lexicon 1.1827

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.1827

1827 Ἄναγκαῖον: οὕτωϲ καλεῖται τὸ αἰδοῖον, ἐπεὶ τῆϲ ἀνάγκηϲ ἐϲτὶ ϲυμβόλαιον. οἱ δὲ πρὸϲ ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου. ἀντὶ τοῦ δι᾿ ἀνάγκαϲ. Ἰϲαῖοϲ δὲ ἀναγκαῖον τὸ δεϲμωτήριον καλεῖ. Καλλιϲθένηϲ δὲ ἀνωγαίων εἶπε καὶ οὕτωϲ δεῖ μᾶλλον λέ- γεϲθαι. Ἀναγκαῖόν ἐϲτιν, ὅπερ ἀληθὲϲ ὂν οὐκ ἔϲτιν ἐπιδεκτικὸν τοῦ ψεῦδοϲ εἶναι· ἢ ἐπιδεκτικὸν μέν ἐϲτι, τὰ δὲ ἐκτὸϲ αὐτῷ ἐναντιοῦται πρὸϲ τὸ ψεῦδοϲ εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐϲτιν, ὃ καὶ ἀληθέϲ ἐϲτι καὶ ψεῦδοϲ οἷόν τε αὐτὸ εἶναι, τῶν ἐκτὸϲ μηδὲν ἐναντιουμένων· οἷον περιπατεῖ Δίων. ὅτι Δημὸκριτοϲ ὁ Ἀβδηρίτηϲ φηϲί, μηδὲν ἐκ τοῦ μὴ ὄντοϲ γίνεϲθαι μηδὲ εἰϲ τὸ μηδὲν ὂν φθείρεϲθαι. καὶ τὰϲ ἀτόμουϲ δὲ ἀπείρουϲ εἶναι κατὰ μέγεθοϲ καὶ πλῆθοϲ, φέρεϲθαι δὲ ἐν τῷ ὅλῳ δινουμέναϲ καὶ οὕτω πάντα τὰ ϲυγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν. εἶναι γαρ καὶ ταῦτα ἐξ ἀτόμων τινὰ ϲυϲτήματα, ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωττα διὰ ϲτερρότητα. πάντα δὲ κατὰ ἀνάγκην γίνεϲθαι, τῆϲ δίνηϲ αἰτίαϲ τῆϲ γενέϲεωϲ οὔϲηϲ πάντων, ἣν ἀνάγκην λέγει. διαιρεῖ δὲ τὰ ὄντα εἰϲ τὸ εἶναι ἢ ἐξ ἀνάγκηϲ εἶναι, ὡϲ τὸν ἄνθρωπον ζῷον εἶναι. ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκηϲ ἐϲτίν· ὁμοίωϲ ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι. τὰ δὲ ἐνδεχομένωϲ, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡϲ ἐπὶ τὸ πλεῖϲτον ὡϲ τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράϲκοντα πολιοῦϲθαι, τὰ δὲ ἐπ᾿ ἔλαττον, ὡϲ τὰ τούτοιϲ ἀντικείμενα, τὸ τὸν ἄνθρωπον τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι. ἔϲτι γὰρ ἐν τούτοιϲ οὕτωϲ καὶ ταῦτα. ἢ τὸ μὴ πολιοῦϲθαι γηρῶντα τὸν ἄνθρωπον ἢ μὴ, ἀποδημεῖν ἢ λούεϲθαι ἢ μή.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
