Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.19-2
Not analysed yet
19 Γάλα ὀρνίθων: ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτημένων. ἢ ἐπὶ τῶν ϲπανίων. τὰ ϲπάνιά φηϲι καὶ δυϲεύρετα τῶν ἀγαθῶν παρέξομεν· ὥϲτε παρέϲται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. τουτέϲτιν ἐν πληϲμονῇ γενόμενοι τῶν ἀγαθῶν ἀπειρηκέναι μέλλετε οὕτω πλουτήϲετε πάντεϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· δώϲομεν ὑμῖν πλουθυγίειαν, εὐδαιμονίαν, εἰρήνην, νεότητα, γέλωτα, χορὺϲ, θαλείαϲ γάλα τ’ ὀρνίθων, ὥϲτε παρέϲται ὑμῖν κοπιᾶν ὑπὸ τῶν ἀγαθῶν.