Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1978
Not analysed yet
1978 Ἄναντεϲ. ἀνωφερέϲ. ὅτι ταὐτόν ἐϲτιν ἄναντεϲ καὶ πρόϲαντεϲ. καὶ εἴ τι μὲν ἄναντεϲ, τοῦτο καὶ πρόϲαντεϲ, οὐκέτι δὲ τὸ ἀνάπαλιν. τὸ γὰρ πρόϲαντεϲ ἀπότομον καὶ μὴ παρεῖκον, μηδὲ ἀποδεχόμενον τὸν ἀναβῆναι βουλόμενον. τῷ δὲ ἀνάντει καὶ προϲάντει ἐναντίον τὸ κάταντεϲ. καὶ τὰ μὲν ἡδέα καὶ τερπνὰ λέγομεν ῥᾷϲτα καὶ ῥᾴω, τὰ δὲ λυπηρὰ προϲάντη καὶ ἀνάντη καὶ δυϲχερῆ. καὶ Ἀνάντηϲ, ἡ δύϲβατοϲ ὁδόϲ. καὶ κλίνεται εἰϲ ουϲ.