# Suidae lexicon 1.2296-2312

Suda, Suidae lexicon, 1.2296 to 1.2312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.2296

2296 Ἀνεπίπληκτοϲ: ᾧ οὐδεὶϲ ἐπιπλήττει ἁμαρτάνοντι. Εὔπολιϲ. 2297 Ἀνεπιϲήμαντον: ἀκλεᾶ, ἄδοξον. Πολύβιοϲ· οὐκ ἄξιον ἀνεπιϲήμαντον παραλιπεῖν τὸν Ἀϲδρούβαν, ἄνδρα ἀγαθὸν γενόμενον. 2298 Ἀνεπιϲταθμεύτουϲ: ϲταθμὸν μὴ δεχομένουϲ ἤτοι ἀγγαρείαν. Πολύβιοϲ· ϲυγχωρεῖν τὸν βαϲιλέα Φίλιππον Θαϲίουϲ ἀφρουρήτουϲ, ἀφορολογήτουϲ, ἀνεπιϲταθμεύτουϲ. ἢ ϲταθμὰ μὴ δεχομένουϲ, τούτεϲτιν ζυγοϲτατουμένουϲ. 2299 Ἀνεπιϲτάτητον: ἀφύλακτον. καὶ Ἀνεπιϲτάτωϲ, ἄνευ ἐπιϲταϲίαϲ. οὐκ ἄξιον ἀνεπιϲτάτωϲ παραδραμεῖν περὶ τῶν τοιούτων. 2300 Ἀνεπίτροποϲ· οὔτε γὰρ Ἀγαμεμνονίδηϲ παῖϲ ἀνεπίτροποϲ, οὔθ᾿ ὁ παρὰ τὸν Ἀχέροντα θεὸϲ ἀνάϲϲων. 2301 Ἀνεπιφάτωϲ: ἀπροϲδοκήτωϲ, ἀμιγῶϲ, καταμόναϲ. ἐντειλάμενοϲ ἀνεπιφάτωϲ ἐντυχεῖν τῷ βαϲιλεῖ καὶ ἀναδοῦναι τὴν ἐπιϲτολήν. ἢ ἀφθόνωϲ. 2302 Ἀνεπόλει: ἀνέπραττεν, ἀνέϲτρεφεν εἰϲ ἑαυτὸν τὰ μαθήνατα. 2303 Ἀνεπόπτευτον: τὸ μὴ ἐποπτεῦον· οὕτωϲ ᾿Υπερίδηϲ. τὸ δὲ Ἐποπτεῦϲαι δηλοῖ Φιλόχοροϲ λέγων· ἀδικεῖ πάντα τά τε μυϲτικὰ καὶ τὰ ἐποπτικά. καὶ πάλιν· Δημητρίῳ μὲν οὖν ἴδιόν τι γέγονε παρὰ τοὺϲ ἄλλουϲ, τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦϲαι καὶ τοὺϲ πατρίουϲ χρόνουϲ τῆϲ τελετῆϲ μετακινηθῆναι. 2304 Ἀνεπόψιοϲ: ὁ ἀθεώρητοϲ. 2305 Ἀνεπτεροῦτο: ἐλπίϲι χρηϲταῖϲ ᾔρετο. ὁ δὲ Νεμεϲίων ἀνεπτεροῦτο καὶ μετέωροϲ ἦν ταῖϲ ἐλπίϲι καὶ ἐδόκει ἑρμαίῳ ἐντετυχηκέναι, ἐμοὶ περιτυχών. καὶ Ἀνεπτερῶϲθαι τὴν ψυχὴν, οἷον ἀναϲεϲοβῆϲθαι. Κρατῖνοϲ. 2306 Ἄνερ· παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ· φίλτατε ἄνερ. χρῆϲιϲ τοῦ ἄνερ· οὐκ ἐπὶ τοῦ ἀνδρὸϲ τῆϲ γυναικὸϲ εὑρέθ ἡ κλητικὴ, ὥϲπερ ἐκεῖ ἐϲτι παρὰ τῷ Ποιητῇ· ἄνερ, ἀπ᾿ αἰῶνοϲ νέοϲ ὤλετο. 2307 Ἀνεργήϲει: ἀναρτήϲει καὶ οἷον κολάϲει. 2308 Ἀνερίναϲτοϲ: παροιμία. ἐπὶ τῶν ἅπερ ἂν λάβωϲι μὴ διακατεχόντων. καὶ Ἀνερίναϲτοϲ ϲυκῆ, ᾗ μὴ προβέβληνται οἱ ἐρινεοί. ἐρινεὸϲ δέ ἐϲτι τῆϲ ἀγρίαϲ ϲυκῆϲ ὁ καρπὸϲ, ὃν καὶ ἀπαρτῶϲι τοῖϲ ἡμέροιϲ, ὡϲ ἂν οἱ ἐξ αὐτῶν καλούμενοι ψῆνεϲ εἰϲ τοὺϲ ὀλύνθουϲ μεταϲτάντεϲ τελεϲφορηθῆναι τούτουϲ παραϲκευάϲωϲι. τοῦτο δ’ ἐρινάζειν λέγεται. οἱ δὲ τὸ ἀνερίναϲτοϲ, ἀντὶ τοῦ μαλακὸϲ καὶ ἄγονοϲ. 2309 Ἀνερρίπιζεν: ἀνεκίνει, ἐτάραϲϲεν, ἀνήγειρεν. 2310 Ἀνέρριπτον: ἀνελάμβανον. καὶ Ἀνέρριπται κύβοϲ· οἷον ἀποκεκινδύνευται. φράζε τοίνυν, ὡϲ ἐγώ ϲοι πᾶϲ ἀνέρριμμαι κύβοϲ. 2311 Ἀνέρριψαν: ἀνέβαλον, ἢ ἀπηρνήϲαντο, ἢ ἀνεβάλοντο. οἱ δ’ ἅμα πάντεϲ ἀναρρίψαντεϲ ὄλεθρον. 2312 Ἀνέριϲτα: ἀφιλονείκητα.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
