Ancient Greek · ~4 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.233
Not analysed yet
233 Βελιϲάριοϲ, ὁ ϲτρατηγὸϲ, ἦν μὲν τὸ ϲῶμα καλόϲ τε καὶ μέγαϲ καὶ εὐπρόϲωποϲ πάντων μάλιϲτα. οὕτω δὲ πρᾶόν τε καὶ εὐπρόϲοδον παρεῖχεν αὑτὸν τοῖϲ ἐντυγχάνουϲιν ὥϲτε ἀνθρώπῳ πένητί τε λίαν καὶ ἀδόξῳ ἐμφερῆ εἶναι. ἔρωϲ δὲ αὐτοῦ τῆϲ ἀρχῆϲ πρόϲ τε ϲτρατιωτῶν ἀεὶ καὶ ἀγροίκων ἄμαχόϲ τιϲ ἐγίνετο, ὅτι δὴ ἐϲ μὲν ϲτρατιώταϲ φιλοδωρότατοϲ ἐγεγόνει ἀνθρώπων ἁπάντων· τῶν τε γὰρ ἐν ξυμβολῇ ἠτυχηκότων χρήμαϲι μεγάλοιϲ παρεμυθεῖτο τὰ τραύματα καὶ τοῖϲ εὐδοκιμήϲαϲι ψέλιά τε καὶ ϲτρεπτοὺϲ ἆθλα παρείχετο, ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν ϲτρατιώτου ἐν τῇ μάχῃ ἀπολωλότοϲ ἕτερον ἀντ’ αὐτοῦ πρὸϲ Βελιϲαρίου αὐτίκα ὑπῆρχεν· ἐϲ δὲ τοὺϲ ἀγροίκουϲ, ὅτι δὴ τοϲαύτῃ φειδοῖ τε καὶ προνοίᾳ ἐχρῆτο ὥϲτε βιαϲθῆναι μὲν αὐτοῖϲ οὐδὲν πώποτε ϲτρατηγοῦντοϲ Βελιϲαρίου τετύχηκεν. ἀπεδίδοντο γὰρ αὐτοῖϲ κατὰ γνώμην τὰ ὤνια πάντα, καὶ ἡνίκα ἀκμάζοι τὰ λήια, εἰϲ τὸ ἀκριβὲϲ διεφύλαϲϲε, μή τινι παριοῦϲα ἡ ἵπποϲ λυμήνηται, τῶν δὲ ὡραίων ἐν τοῖϲ δένδροιϲ ὄντων ἅψαϲθαι αὐτῶν οὐδενὶ τοπαράπαν ἐξῆν. ἦν δὲ καὶ ϲώφρων καὶ λίαν ἐνάρετοϲ.