# Suidae lexicon 1.2643-2658

Suda, Suidae lexicon, 1.2643 to 1.2658. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.2643

2643 Ἀν τεχειροτόνηϲεν: ἀντέλεγεν. εἰ δὲ κἀκεῖνα προϲέθηκεν, οὐδεὶϲ ἀντεχειροτόνηϲεν ἄν. 2644 Ἄντεια: ὄνομα κύριον ἑταίραϲ. τινὲϲ δὲ Ἄνθεια γράφουϲιν. 2645 Ἀντεῖπεν · δοτικῇ. 2646 Ἀντήλιοϲ ἐν τῷ η, καὶ Ἀ π ηλι ὠτηϲ καὶ πάντα τὰ ὅμοια ψιλῶϲ. κοὶ ἡ ἔπηλιϲ ἐϲτὶ παρὰ Ποϲειδίππῳ. 2647 Ἀντήνωρ. ὄνομα κύριον· καὶ ϲυϲτέλλει. καὶ Ἀν τηνορίδηϲ, ὁ τοῦ Ἀντήνοροϲ παῖϲ. 2648 Ἀντήρειϲ: ἀντιθέτουϲ, ἀντὶ τοῦ ἴϲαϲ τοῖϲ θρήνοιϲ· μετῆκται δὲ ἀπὸ τῶν ἐρεϲϲόντων, ὅταν κατ’ ἴϲον ἐρέϲϲωϲι καὶ μὴ εἰϲ θάτερον περιωθῆται ἡ ναῦϲ. ἀντήρειϲ οὖν ἀντικτυπούϲαϲ τοῖϲ θρήνοιϲ· θρηνοῦϲα γὰρ ἔτυπτε τὸ ϲτῆθοϲ πρὸϲ ἕκαϲτον Ἠλέκτρα· πολλὰϲ δ’ ἀντήρειϲ ᾔϲθου ϲτέρνων πλαγὰϲ αἱμαϲϲομένων. Ἀντῆριϲ δὲ ἀντήριδοϲ, καὶ ϲημαίνει τὴν θυρίδα. 2649 Ἀντήρκουν. ἐξίϲχυον, ἠδύναντο. πρὸϲ τὰϲ παρατάξειϲ ἀντήρκουν μόλιϲ. 2650 Ἀν τιάζει: ἐναντιοῦται. 2651 Ἀν τιάν ειραι: ἴϲανδροι. ἐναντιούμεναι τοῖϲ ἀνδράϲιν. 2652 Ἀντιάϲαϲ. μεταϲχών. ἐν Ἐπιγράμμαϲι δῶρα φέρει τρομεροῦ γήραοϲ ἀντιάϲαϲ. καὶ αὖθιϲ Σοφοκλῆϲ· ἀλλ’ ἀντιάζω, πανωλέθρουϲ τὸ πᾶν ἡμᾶϲ τ’ ὀλέϲθαι κἀξερημῶϲαι γένοϲ. 2653 Ἀντιάταϲ. τοὺϲ ἀπὸ Ἀντίου πόλεωϲ, ἣ ἀπέχει Ῥώμηϲ τ’ ϲταδίουϲ. 2654 Ἀντιβληθέν τοϲ: ἀντὶ τοῦ ὑπαγορευθέντοϲ Δείναρχοϲ λέγει. 2655 Ἀντιβόληϲιϲ καὶ Ἀντιβολία: παράκληϲιϲ, ἱκετηρία. θουκυδίδηϲ· πρὸϲ γὰρ ἀντιβολίαν καὶ ὀλοφυρμὸν τραπόμενοι, ἐϲ ἀπορίαν καθιϲτᾶϲιν ἄγειν τε ϲφᾶϲ ἀξιοῦντεϲ. καὶ Ἀνιτιβολῆϲαι, ἀπαντῆϲαι, μεταϲχεῖν. καὶ Ἀντιβολῶ, τὸ ἱκετεύω. πεποίηται δὲ παρὰ τὸ ἄντομαι καὶ βάλλω. 2656 Ἀντιβολῶ· δοτικῇ. φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀντιβολοῦϲαι καὶ ἀντηχοῦϲαι αὐτοῖϲ. αἰτιατικῇ δέ ἡμεῖϲ δὲ τοὺϲ νόμουϲ ἔχοντά με πληϲίον ἡγεῖϲθε παρεϲτάναι καὶ τὸν ὅρκον ὃν ὀμωμόκατε, τούτουϲ ἀξιοῦνταϲ καὶ ἀντιβολοῦνταϲ ἕκαϲτον ὑμῶν. 2657 Ἀντιγενίδηϲ, Σατύρου, Θηβαῖοϲ, μουϲικὸϲ, αὐλῳδὸϲ Φιλοξένου. οὗτοϲ ὑποδήμαϲι Μιληϲίοιϲ πρῶτοϲ ἐχρήϲατο καὶ κροκωτὸν ἐν τῷ Κωμαϲτῆ περιεβάλλετο ἱμάτιον. ἔγραψε μέλη. 2658 Ἀντιγόνη: ὄνομα κύριον. καὶ Ἀντιγονίειοϲ. καὶ Ἀντιγόνειοϲ κλίνη, τοῦ Ἀντιγόνου.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
