Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2659
Not analysed yet
2659 Ἀντίγονοϲ· οὗτοϲ ἐκλήθη εὐεργέτηϲ καὶ ϲωτὴρ παρὰ πᾶϲι τοῖϲ Ἕλληϲι. νικήϲαϲ γὰρ μάχῃ Κλεομένη, τὸν τῶν Λακεδαιμονίων βαϲιλέα, ἐγκρατὴϲ ἐγένετο καὶ τῆϲ Σπάρτηϲ αὐτόϲ τε ὢν κύριοϲ ὃ βούλοιτο χρῆϲθαι καὶ τῇ πόλει καὶ τοῖϲ ἐμπολιτευομένοιϲ, τοϲοῦτον ἀπεῖχε τοῦ κακῶϲ ποιεῖν τοὺϲ γεγονόταϲ ὑποχειρίουϲ, ὡϲ ἐκ τῶν ἐναντίων ἀποδούϲ τὸ πατρικὸν πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίϲτων ἀγαθῶν αἴτιοϲ γενόμενοϲ καὶ κοινῇ καὶ κατ᾿ ἰδίαν Λακεδαιμονίοιϲ καὶ οὐ μόνον ἐκρίθη παῤ αὐτὸν τὸν καιρὸν εὐεργέτηϲ, ἀλλὰ καὶ μεταλλάξαϲ ϲωτήρ.