Ancient Greek · ~11 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2693
Not analysed yet
2693 Ἀντίοχοϲ, βαϲιλεύϲ· οὗτοϲ ἐδόκει κατὰ τὰϲ ἀρχὰϲ γεγονέναι μεγαλεπήβολοϲ καὶ τολμηρὸϲ καὶ τοῦ προτεθέντοϲ ἐξεργαϲτικόϲ, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν ἐφάνη πολὺ καταδεέϲτεροϲ αὑτοῦ καὶ τῆϲ τῶν ἐκτὸϲ προϲδοκίαϲ. ἐκ γὰρ τῶν παίδων τοῦ Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ ἐξῆλθε ῥίζα ἁμαρτωλὸϲ, οὗτοϲ ὁ Ἐπιφανὴϲ, υἱὸϲ Σελεύκου τοῦ Φιλοπάτοροϲ, ὃϲ ὑπάρχων δεινὸϲ ἀνὴρ καὶ πλεονέκτηϲ καὶ πολλὰϲ ἁρπαγὰϲ καὶ λεηλαϲίαϲ ποιήϲαϲ ϲυνῆξε χρήματα πολλὰ καὶ ἐκ πολλῆϲ ἀκολαϲίαϲ καὶ οἰϲτρηλαϲίαϲ εἰϲ μίμουϲ ἑαυτὸν καθεὶϲ ἐν ὄψει πάντων ταῖϲ γυναιξὶν ἐπεμαίνετο. καὶ καταλαβὼν τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ καὶ ἅρμαϲι καὶ ἐλέφαϲι καὶ ϲτόλῳ μεγάλῳ ταύτηϲ ἐκράτηϲεν. ὑποϲτρέψαϲ δὲ μετὰ ἀπονοίαϲ εἷλε καὶ τὴν Ἱερουϲαλὴμ δορυάλωτον καὶ κατέϲφαξε μυριάδαϲ ιη΄ . κατατολμήϲαϲ οὖν καὶ εἰϲ τὸ ἁγίαϲμα εἰϲελθὼν καὶ ϲτήϲαϲ βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώϲεωϲ καὶ τὸν ναὸν μιάναϲ δι’ ἀκαθάρτων θυϲιῶν ἱερὸν Διὸϲ Ὀλυμπίου προϲηγόρευϲεν. -οὕτω τε ἐφ’ ὑψηλοῦ καθίϲαϲ καὶ τῶν ϲτρατιωτῶν αὐτοῦ κύκλῳ παίρεϲτηκότων ἐνόπλων ἐκέλευϲε τοῖϲ δορυφόροιϲ ἕνα ἕκαϲτον Ἑβραῖον ἐπιϲπάϲαϲθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεϲθαι· εἰ δὲ υὴ θέλοιεν μιαροφαγῆϲαι, ἀναιρεῖϲθαι τροχιϲθένταϲ. πολλῶν οὖν ϲυναρπαϲθέντων, καὶ Ἐλεάζαρ τιϲ τῶν πρώτων γραμματέων, ἤδη προβεβηκὼϲ τὴν ἡλικίαν, μὴ μιαροφαγήϲαϲ, μαϲτιγωθεὶϲ ἀναιρεῖται ϲὺν ἑπτὰ παιϲὶ μετὰ μητρὸϲ Σολομωνίδοϲ. περὶ ὦν καὶ ὁ Θεολόγοϲ ἐν τῷ, τί δαὶ οἱ Μακκαβαῖοι, μνημονεύει. ἐκπλαγεὶϲ δὲ ὁ τύραννοϲ κοὶ μᾶλλον ἐκμανεὶϲ καὶ τὰ ἱερὰ ϲκεύη πάντα λαβὼν καὶ πᾶϲαν τὴν πόλιν λαφυραγωγήϲαϲ καὶ τὰ κτήνη κρεουργήϲαϲ καὶ φονοκτονίαν ποιήϲαϲ καὶ μεγαλορημονήϲαϲ ἀνεχώρηϲεν εἰϲ Ἀντιόχειαν. καὶ μετὰ δύο ἔτη κατὰ Περϲῶν ἐπιϲτρατεύϲαϲ ἀπέϲτειλεν ἄρχοντα φορολογῆϲαι τὰϲ πόλειϲ Ἰερουϲαλήμ. ὃϲ παραγενόμενοϲ καὶ λαλήϲαϲ εἰρηνικοὺϲ λόγουϲ πρὸϲ τὴν Ἱερουϲαλὴμ καὶ εἰϲελθὼν ἐπάταξεν αὐτὴν πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη πᾶϲαν αὐτὴν ἐνέπρηϲε, καὶ τὸ ἱερὸν μιάναϲ καὶ πολλοὺϲ ἀνελὼν καὶ αἰχμαλωτεύϲαϲ ἀπῄει, ἄρχοντα καταλιπὼν εἰϲ τὸ βαϲανίζειν τοὺϲ Ἰουδαίουϲ. Ματθίαϲ δέ τιϲ ἱερεὺϲ, ἔχων υἱοὺϲ πέντε, ἀφ’ ὧν Ἰούδαϲ ὁ Μακκαβαῖοϲ ἐτύγχανε, ζήλου πληϲθεὶϲ καὶ ὁρμήϲαϲ κατὰ τοῦ ἄρχοντοϲ ἀνεῖλεν αὐτὸν καὶ ϲκάπτει τοὺϲ τῶν Ἑλλήνων βωμούϲ. ἐπέρχεται οὖν αὐτῷ Ἀντίοχοϲ μετὰ πολλῆϲ δυνάμεωϲ. ὡϲ δὲ ἐπέτεινεν ὁ πόλεμοϲ, Ἐλεάζαρ ἀδελφὸϲ Ἰούδα ἀριϲτεύϲαϲ ϲυντρίβεται ὑπὸ τοῦ ἐλέφαντοϲ. ὑπειϲῆλθε γὰρ τὸν ἐλέφαντα καὶ ξίφει τὴν γαϲτέρα αὐτοῦ ἔτυψεν ἐλπίϲαϲ ἐπάνω αὐτοῦ τὸν τύραννον φέρεϲθαι. ἐκϲτρατεύϲαϲ οὖν Ἀντίοχοϲ κατὰ Περϲῶν ὑπέϲτρεψεν ἡττημένοϲ καὶ κακῶϲ τὸν βίον ἀπαλλάττει. ὅτι ὁ αὐτὸϲ Ἀντίοχοϲ τὸ τῶν Ἰουδαίων ἔθνοϲ ϲταϲιάϲαν πρὸϲ τὸν ϲυνήθη φόρον αὖθιϲ κατεδούλωϲε· ϲυλήϲαϲ τε τὰ τοῦ ἱεροῦ ἀναθήματα καὶ διερευνήϲαϲ ἅπαντα εὗρεν ἀγαλμάτιον βιβλίον ἐν ταῖϲ χερϲὶ κατέχον πώγωνά τε ἐπιφερόμενον βαθύν· ᾧ δὴ καὶ λυχνίδιον παρειϲτήκει διάχρυϲον. ταῦτα χοιρείοιϲ αἳμαϲιν ἀναλαβὼν ἐν τῷ ἱερῷ κατέλιπε· καὶ πολλοῖϲ ταλάντοιϲ ζημιώϲαϲ πρὸϲ ὑπαγωγὴν φόρου τούϲ ἐνοικοῦνταϲ Ἰουδαίουϲ ἐπὶ τὰϲ Συρίαϲ ἐπανῆλθεν.