Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2695
Not analysed yet
2695 Ἀντίοχοϲ· αὐτόμολοϲ, Κίλιξ μὲν ἦν τὸ γένοϲ, ὃϲ φιλοϲοφεῖν κυνηδὸν τὰ πρῶτα ἐπλάττετο καὶ πλεῖϲτά γε ἐκ τούτου τοὺϲ ϲτρατιώταϲ ἐν τῷ πολέμῳ ὠφέληϲεν. ἀπαλγοῦνταϲ γὰρ αὐτοὺϲ ὑπὸ τοῦ πολλοῦ ῥίγουϲ ἐπερρώννυεν, ἔϲ τε τὴν χιόνα ῥιπτῶν καὶ ἐν αὐτῇ καλινδούμενοϲ· ὅθεν περ καὶ χρημάτων καὶ τιμῶν παρὰ τοῦ Σευήρου καὶ τοῦ Ἀντωνίνου ἔτυχεν. ἐπαρθεὶϲ δὲ ἐπὶ τούτοιϲ τῷ Τηριδάτ ϲυνεξητάϲθη. καὶ μετ’ αὐτοῦ πρὸϲ Πάρθουϲ ηὐτομόληϲεν.