Ancient Greek · ~3 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.277
Not analysed yet
277 Γλάμων: ὁ λημῶν τοὺϲ ὀφθαλμοὺϲ καὶ διύγρουϲ αὐτοὺϲ ἔχων, ὡϲ Χάρων. Γλάμων ὁ ἀκάθαρτοϲ. καὶ Σοφοκλῆϲ ἐπὶ ὀρνέου· τοὺϲ γλαμυροὺϲ κατὰ φορβάν. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· κ᾿ Ἀρχέδημοϲ ὁ γλάμων. ϲκορόδων ὁμοῦ τρίψαντ’ ὀπῷ τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ ϲαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆϲ ἑϲπέραϲ. εἰώθαϲιν οἱ ἰατροὶ καὶ πατρίδαϲ ὑπ᾿ ἀλαζονείαϲ τῶν βοτανῶν ὀνομάζειν, οἷον Κυρηναϊκὸν ὀπὸν, Σμυρναϊκόν. διαβόητοϲ δὲ ἦν ὁ Λακωνικὸϲ τιθύμαλλοϲ· ἔϲτι δὲ εἶδοϲ βοτάνηϲ δριμυτάτηϲ παρὰ Λάκωϲιν εὑριϲκόμενον. εἴρηται δὲ ἐπὶ τῶν λημώντων τούϲ ὀφθαλμούϲ. τί δ᾿ ἢν Νεοκλείδηϲ ὁ γλάμων ϲε λοιδορῇ; οὗτοϲ ἐκωμῳδεῖτο ὡϲ ϲυκοφάντηϲ καὶ ξένοϲ καὶ κλέπτηϲ. Γλάμων δὲ ὁ ἔχων τοὺϲ ὀφθαλμοὺϲ μεϲτοὺϲ ἀκαθαρϲίαϲ.