Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2815
Not analysed yet
2815 Ἄξιον. ἐπὶ τοῦ δικαίου τέτακται. οὕτωϲ Δημοϲθένηϲ. καὶ Ἄξιον ξύλον, εὖ καὶ καλῶϲ εἰργαϲμένον, εὐθὲϲ, καλόν. Ἀριϲτοφάνηϲ· κἄν τιϲ ϲφαλῆι ᾿,ἐξ ἀξίου γοῦν τοῦ ξύλου. παρὰ τὴν παροιμίαν· ἀπὸ καλοῦ ξύλου κὰν ἀπάγξαϲθαι. θέλει οὖν λέγειν, βέλτιόν ἐϲτι χρῆϲθαι τοῖϲ γενναίοιϲ ϲτρατηγοῖϲ καὶ δεδοκιμαϲμένοιϲ ἢ τοῖϲ φαύλοιϲ· κὰν γὰρ δέῃ παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάϲχειν. Ἄξιον δὲ παρὰ Ἀττικοῖϲ τὸ εὔωνον. καυλὸν ϲιλφίου τὸν ἄξιον. τουτέϲτι τὸν εὔωνον.