# Suidae lexicon 1.2828-2844

Suda, Suidae lexicon, 1.2828 to 1.2844. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.2828

2828 Ἀξι ώμα τα· οὕτωϲ λέγει Ἀριϲτοτέληϲ καὶ τὰϲ δεομέναϲ ἀποδείξεωϲ προτάϲειϲ, καὶ τὰϲ ἀναποδείκτουϲ, ὡϲ ἔθοϲ αὐτῷ. 2829 Ἀξιῶν. ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυϲίαϲ καὶ Πλάτων. καὶ ἀντὶ τοῦ παρακαλῶν, λιπαρῶν. ἢ καὶ ἀντὶ τοῦ νομίζων. 2830 Ἀξίωϲιν. τιμήν. αὐτὸν δὲ βαϲιλέα ὄντα κατ’ ἀξίωϲιν μὲν τῆϲ τρίτηϲ μοίραϲ, μεγέθει τε χώραϲ καὶ πλήθει τῶν ὑπηκόων. ἀπῆγε δὲ αὐτὴν τῆϲ δίκηϲ κατάπλαϲτοϲ ϲωφροϲύνη καὶ ἀξίωϲιϲ ὑπέρογκοϲ καὶ ἡ τῶν ϲυναδικούντων παραϲκευή. καὶ ἀξιώϲει τοῦτον περιέβαλε, κακίᾳ δοὺϲ ἀκερδὲϲ μὲν, ϲεμνὸν δὲ ὅμωϲ τόδε ἆθλον. Αἰλιανόϲ φηϲιν. ἀντὶ τοῦ τιμῇ. 2831 Ἀξι ώτεροϲ: εὐωνότεροϲ. καὶ Ἀξιωτέρα ϲ, ὁμοίωϲ εὐωνοτέραϲ. οὐ πώποτ’ ἀφύαϲ εἶδον ἀξιωτέραϲ. τῆϲ ἀξίαϲ τιμῆϲ. ἄξιον γὰρ παρὰ Ἀττικοῖϲ τὸ εὔωνον. 2832 Ἀξιοῖ. Ἀντιφῶν καὶ Λυϲίαϲ ἀντὶ τοῦ νομίζει. 2833 Ἄξονεϲ. οὕτωϲ ἐκάλεϲαν Ἀθηναῖοι τοὺϲ Σόλωνοϲ νόμουϲ, διὰ τὸ ἐγγραφῆναι αὐτοὺϲ ἐν ξυλίνοιϲ ἄξοϲιν. ἦϲαν δὲ τετράγωνοι τὸ ϲχῆμα. μεμνηται τῆϲ λέξεωϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ. Ἄξονεϲ δὲ καὶ κύρβειϲ διαφέρει. Ἄξονα δὲ λέγει Ὅμηροϲ τὸν τῆϲ ἁμάξηϲ. 2834 Ἄξοον: τὸ ἄτμητον. 2835 Ἄξω: καὶ ἐνταῦθα καὶ ἐκεῖϲε. Ἀπάξω δὲ τὸ ὀπίϲω ἄξω. 2836 Ἀξυλία. ἡ ἔνδεια τῶν ξύλων. Ἀξύλ ῳ δὲ ὕλῃ, ἀντὶ τοῦ πολυξύλῳ. 2837 Ἀξύμμετρον: τὸ ὑπὲρ τὸ μέτρον. οὐκ ἐξικνεῖτο δὲ τὰ βέλη, διὰ τὸ τοῦ ποταμοῦ ῥεῦμα ἀξύμμετρον ὂν αὐτοῖϲ ἐϲ τὰϲ βολάϲ. 2838 Ἀξυνεϲία· Θουκυδίδηϲ γ′ . 2839 Ἄξυνοϲ: ὁ ἀκοινώνητοϲ. 2840 Ἀξύϲτατον. περὶ Αἰϲχύλου λέγει Ἀριϲτοφάνηϲ. ἀντὶ τοῦ οὐ ϲυνεϲτῶτα, οὐδὲ πυκνὸν, ἀλλ’ ἀραιὸν ἐν τῆ ποιήϲει καὶ κομπώδη. ἢ ἀδιάθετον ἢ ἀπιθάνωϲ ϲυντιθέντα. 2841 Ἄοζοι. πολύοζοι, πολλὰ ξύλα καίοντεϲ· ἤγουν οἱ μάγειροι. 2842 Ἀολλεῖ: ποιεῖ, ϲυνάγει. καὶ Ἀολλήϲαϲα, ἀθροίϲαϲα. καὶ ολλιϲθῆναι, ἀθροιϲθῆναι. 2843 Ἄο πτα: Ἀντιφῶν. ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα δόξαντα δὲ ὁρᾶϲθαι. 2844 Ἆορ: τὸ ξίφοϲ. καὶ κλίνεται ἄοροϲ, ἄορι. ὑπαντιάϲαϲα δὲ μήτηρ εἶπε, κατὰ ϲτέρνων ἆορ ἀναϲχομένη.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
