# Suidae lexicon 1.3032-3048

Suda, Suidae lexicon, 1.3032 to 1.3048. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.3032

3032 Ἀπεπόνουν. τοῦ πόνου ἔληγον. ἀλλ’ ὅτε Ῥωμαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντεϲ τὰ ὑποχθόνια, ϲτρατοπεδεύουϲιν ἀμφὶ τὸ φρούριον τὸ Χλομάρων. 3033 Ἀπεπυδάριϲα (Ἀριϲτοφάνηϲ) μόθωνα περιεκόκκυϲα: ἀντὶ τοῦ ἀπέπαρδον. μόθων δὲ εἶδὸϲ ὀρχήϲεωϲ φορτικῆϲ. οὖν κόρδακα ὠρχηϲάμην. 3034 Ἀπερράπιϲεν. ἀπεφίμωϲεν, ἐπεϲτόμιϲεν. 3035 Ἀπέρατον. ἄπειρον, μέγα, οὗ πέραϲ οὐκ ἔϲτιν. οἱ δὲ μετὰ τοῦ ν γράφοντεϲ ἁμαρτάνουϲιν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· τὸ χρῆμα τῶν νυκτῶν ὅϲον ἀπέρατον. καὶ αὖθιϲ· ὁ δὲ Χοϲρόηϲ τὴν ἀπερᾶντον καλουμένην εἰρήνην λαμπρῶϲ παρέλυϲεν. 3036 Ἀπεργαϲάμενοϲ. ἀντὶ τοῦ ἀποδοὺϲ, ἐξ ὧν εἰργάϲατο. οὕτωϲ Ἰϲαῖοϲ ἐν τῷ πρὸϲ Ἀπολλόδωρον. καὶ Ἀπεργάϲαϲθαι, ἀντὶ τοῦ ἀποπληρῶϲαι. Ἀριϲτοφάνηϲ. 3037 Ἄπερρε. ἀντὶ τοῦ φθείρου, πορεύου μετὰ φθορᾶϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ὑθλεῖϲ, ἄπερρε. Ἄπερρε οὖν ἀποφθάρηθι. καὶ Ἔρρων, φθειρόμενοϲ. ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπα τάλλοιϲ Φερεκράτηϲ. 3038 Ἀπερεύγομαι· αἰτιατικῇ. 3039 Ἀπερείδομαι τὸν πόκον. ἀντὶ τοῦ ἀποτίθημι, ἀκουμβίζω. καὶ Ἀπερείϲαϲθαι, ἐκβαλεῖν, ἐκκενῶϲαι. ὥϲπερ εἰϲ ἐκείνουϲ βουλόμενοι ἀπερείϲαϲθαι τὸν θυμόν. καὶ Ἰώϲηποϲ· πρὸϲ τὸν αἴτιον ἀπερείδεϲθαι ἔλεγε τὴν ὀργήν. Ἀπερείϲαϲθαι οὖν ἐκκενῶϲαι, καταθαρρῆϲαι, ἐπιβῆναι. πρὸϲ ἕνα καιρὸν ἀπερείϲαϲθαι τὰϲ ἐλπίδαϲ οὐδαμῶϲ ἔκρινε ϲυμρέρειν. 3040 Ἀπερείϲια: ἄπειρα δῶρα. Ὅμηροϲ· ἀπερείϲι’ ἄποινα. καὶ Ἀπερείϲιοϲ, ἄπειροϲ, πολύϲ. 3041 Ἀπερίβλεπτον. ἀνυπονόητον. 3042 Ἀπερίγραπτον: ἀπεριόριϲτον. ὅτι τὸ ἀπερίγραπτον τριττόν· τόπῳ, χρόνῳ, καταλήψει. ὁ μὲν θεὸϲ κατὰ πᾶν εἶδοϲ ἀπερί γράπτοϲ· τὰ δὲ αἰϲθήϲει καταληπτὰ καὶ περιγραπτά. καὶ Ἀπερίγραπτοι, ἀπερίϲκοποι. 3043 Ἀπερικτύπητον: ἀτάραχον, ἀνενόχλητον. 3044 Ἀπεριλάλητον. ἤτοι οὐκ εἰδότα λαλεῖν ἢ οἷον οὐκ ἄν τιϲ παραλαλήϲαι. 3045 Ἀπεριϲάλπιγκτοι. ἀπεριήχητοι, ἀκατήχητοι. 3046 Ἀπερίτροποϲ. ἀνεπίϲτροφοϲ. οὔτε γὰρ Ἀγαμεμνονίδηϲ παῖϲ ἀνεπίτροποϲ, οὔθ’ ὁ παρὰ τὸν Ἀχέροντα θεὸϲ ἀνάϲϲων. ἀπὸ κοινοῦ τὸ ἀνεπίϲτροφοϲ τοῦ τούϲ ἐχθρούϲ μετελθεῖν, ἀλλ’ ἔχει ἐπιϲτροφὴν καὶ ἐπιμέλειαν ποιεῖται. ἢ ἀνεπέλευϲτοϲ. ἔνθεν καὶ τὸ, περιτροπέων. 3047 Ἀπερρίφη. ἐξεβλήθη. γενικῇ. Ἀπορρίπτω δὲ αἰτιατικῇ 3048 Ἀπέρριψεν· ὁ δὲ ἐπιτηρήϲαϲ τῷ δοκεῖν ὑπὲρ τούτων ἀπέρριψε λόγουϲ. τουτέϲτι παρενέβαλεν. ἢ Ἀπέρριψεν, ἐφλυάρηϲεν. ὁ δὲ ϲτωμύλοϲ τε ὢν καὶ ὑψαγόραϲ ἀπέρριψε ῥήματα ὑπερήφανά πωϲ καὶ θραϲύτερα.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
