Ancient Greek · ~4 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.309
Not analysed yet
309 Bιτέλλιοϲ, βαϲιλεύϲ Ῥωμαίων, ὁ Γάλβαν διαδεξάμενοϲ, πᾶν αἶϲχοϲ ἀναδεδεγμένοϲ ἔν τε τοῖϲ ἄλλοιϲ τοῖϲ κατὰ τὸν βίον καὶ οὐχ ἥκιϲτα τῷ κατὰ γαϲτρὸϲ ἀκρατῶϲ τε καὶ ἀκορέϲτωϲ ἔχειν. πολλάκιϲ γὰρ οὐ μόνον τῆϲ ἡμέραϲ, ἀλλὰ καὶ τῆϲ νυκτὸϲ ϲῖτον ᾑρεῖτο καὶ παρὰ τὰϲ δείπνων παραϲκευὰϲ τὸ πολύ τῶν δημοϲίων ἀπετρύετο. δέκα γὰρ δὴ μυριάδαϲ ἀργυρίου ἐπὶ διϲχιλίαιϲ καὶ φ′ ἐϲ τὰ δεῖπνα δεδαπανηκέναι ἱϲτόρηται, ϲυνεχῶϲ μὲν καὶ ἀπλήϲτωϲ ἐμφορούμενοϲ, ϲυνεχῶϲ δὲ ἅπαντα ἀπερευγόμενόϲ τε καὶ ἐξεμῶν. ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε ϲύϲϲιτοι αὐτοῦ καὶ πάνυ κακῶϲ εἶχον. Bέβιοϲ γοῦν Κρίϲποϲ διὰ νόϲον χρόνου τινὸϲ ἀπολειφθεὶϲ τοῦ ϲυμποϲίου μάλα ϲτωμύλωϲ ἔφη· εἰ μὴ ἐνενοϲήκειν, ἀπολόμην ἄν. ἐϲ τόδε γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ δεῖπνον τοῦ Βιτελλίου ἐπίϲημον γεγονὸϲ διαμνημονεύεται· καθ’ ὅ φαϲι δίχα τῆϲ λοιπῆϲ πολυτελείαϲ διϲχιλίουϲ μὲν ἰχθῦϲ, ἑπτακιϲχιλίουϲ δὲ ὄρνιϲ ἐπὶ τὴν θοίνην παρενεχθῆναι. ἐπῄνει δὲ καὶ τὰ Νέρωνοϲ καὶ τὸν νεκρὸν τοῦ Nέρωνοϲ ἐϲ κοῖλόν τινα καὶ ἀφανῆ τάφον κατακείμενον ἀπεϲέμνυνε. πρὸϲ δὲ τῶν ϲτρατηγῶν Οὐεϲπαϲιανοῦ, μεταποιουμένου τῆϲ βαϲιλείαϲ ἤδη, κατακτείνεται.