Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3110
Not analysed yet
3110 Ἀπεψηϲάμην: κατεμαξάμην. ἀποψᾶν γὰρ λέγουϲι τὸ ἐκμάϲϲειν. καὶ Ἀπέψηϲαν, ἀπετίναξαν. εἰ δέ που πέϲοιεν εἰϲ τὸν ὦμον ἐν μάχῃ τινὶ, τοῦτ’ ἀπεψήϲαντ’ ἄν. τοῦτο ψευδόπτωμα λέγεται, ὅταν οἱ πεϲόντεϲ ἐξαναϲτάντεϲ ἀποψῶϲι τὴν κόνιν, ἵνα μὴ ἔλεγχον τοῦ πτώματοϲ ἔχοιεν. καὶ ἐν Πλούτῳ· ἀποψώμεθα δ’ οὐ λίθοιϲ ἔτι. καὶ Ἀπψήϲαϲ,ε πψήϲαϲ, ἑφθὸν ποιήϲαϲ. ἢ ἀντὶ τοῦ καινουργήϲαϲ. Ἀριϲτοφάνηϲ· τὸν δῆμον ἀπεψήϲαϲ ὑμῖν καλὸν ἐξ αἰϲχροῦ πεποίηκα. ἀντὶ τοῦ ἐκαινούργηϲα. ὥϲπερ ἡ Μήδεια λέγεται τὰϲ τροφοὺϲ τοῦ Διονύϲου ἀπεψήϲαϲα ἀνανεάϲαι ποιῆϲαι.