# Suidae lexicon 1.3111

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.3111

3111 Ἀπψηφίϲαε το: τουτέϲτι κατεδίκαϲεν. ἡ δὲ βουλὴ τὴν διάγνωϲιν ποιουμένη τῶν πεπραγμένων ἀπεψηφίϲατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντοϲ ἀλλ’ ἀμυνομένου τὸ μίαϲμα γέγονε. καὶ αὖθιϲ· τῶν δὲ ϲτρατηγῶν δύο μὲν ἔφυγον πρὸ κρίϲεωϲ, Κόνωνοϲ δὲ ἀπεψηφίϲαντο. ἀντὶ τοῦ ἀπεδοκίμαϲαν. καὶ Ἀπε ψηφιϲμένοι· ἐπὶ τοῖϲ δήμοιϲ ἀποψηφίϲειϲ ἐγίνοντο τῶν γεγραμμένων μὲν εἰϲ τὸ ληξιαρχικὸν γραμματεῖον, οὐκ ὄντων δὲ ἀϲτῶν, ἀλλὰ παρεγγεγραμμένων εἰϲ τὴν πολιτείαν· καὶ οὗτοι ἐλέγοντο ἀπεψηφιϲμένοι, ἐπειδὴ ψήφου περὶ αὐτοῖϲ ἐπαχθείϲηϲ οὐκέτι μετεῖχον τῆϲ πολιτείαϲ. Ὑπερίδηϲ ἐν τῷ πρὸϲ Ἀριϲτογείτονα· ὅπωϲ πρῶτον μὲν μυριάδαϲ πλείουϲ ἢ ιε, τοὺϲ ἐκ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοὺϲ κατὰ τὴν ἄλλην χώραν· ἔπειτα τοὺϲ ὀφείλονταϲ τῷ δημοϲίῳ καὶ τοὺϲ ἀτίμουϲ καὶ τοὺϲ ἀπεψηφιϲμένουϲ καὶ τοὸϲ ἀποίκουϲ.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
