Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3198
Not analysed yet
3198 Ἀππιανόϲ. ὄνομα κύριον. οὗτοϲ ὁ Ἀππιανὸϲ ἔγραψε Ῥωμαϊκὴν ἱϲτορίαν, τὴν καλουμένην Βαϲιλικὴν. καὶ αἰ μὲν γ' βίβλοι Ἀππιανοῦ αἱ πρῶται περιλαμβάνουϲιν ὅϲα Ῥωμαίοιϲ ἀγωνιζομένοιϲ ἐϲ Ἰταλιώταϲ ἔτι περὶ ἀρχῆϲ καὶ ἡγεμονίαϲ ἐπράχθη. ὅϲα δ’ ἀμφὶ τὴν Ἰταλίαν ἄλλα Κελτοί τε καὶ Λίβυεϲ ἔδραϲάν τε καὶ ἔπαθον, καὶ εἴ τί που καὶ τῆϲ Ἰταλίαϲ μέροϲ ἀνάγκαιϲ ἢ ἐνέδραιϲ ἢ πλάναιϲ ἐϲ αὐτοὺϲ μετέθετο, ἐν τοῖϲ περὶ Κελτῶν καὶ Λιβύων. ϲυγγέγραπται δ’ ἐφ’ ἑαυτῶν ὅϲα καὶ ἐϲ τὰϲ ἐμφυλίουϲ Ῥωμαίων ϲτάϲειϲ ἡ Ἰταλία διῃρεῖτο. ὅτι τοὺϲ πρὸϲ Κελτοὺϲ, τουτέϲτι Γερμανοὺϲ, οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰϲι, καὶ τοὺϲ Γαλάταϲ, τουτέϲτι Γάλλουϲ, πολέμουϲ, καὶ τὰϲ αἰτίαϲ αὐτῶν, ὅϲαι τε ϲυνθῆκαι καὶ ϲυνθηκῶν παραβάϲειϲ ἢ ἐπαναϲτάϲειϲ ἐγένοντο Κελτῶν ἕωϲ ἐπὶ τοῦ Γαΐου, ἡ δ′ βίβλοϲ περιέχει ϲυλλαβοῦϲα. εἰ δὲ τί που Κελτοὶ μὴ κατὰ πρόφαϲιν οἰκείαν, ἀλλὰ ϲυμμαχοῦντεϲ Ἰταλῶν τιϲιν ἢ μιϲθοφοροῦντεϲ ἔπραξαν, ἐν τοῖϲ περὶ ἐκείνων ϲυγγέγραπται. καὶ ὅϲον εἰϲ γνώριϲμα μόνον αὐτῶν μέμνηται Ἀππιανόϲ. ἔγραψε δὲ Ῥωμαϊκὰ λόγουϲ ἐννέα. οἱ δὲ διὰ τοῦ ἑνὸϲ π γράφουϲιν Ἀπιανόϲ.