Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.32
Not analysed yet
32 Ἀβέλτεροϲ. ἀνόητοϲ, ἀϲύνετοϲ. βέλτεροϲ γὰρ ὁ φρόνιμοϲ. οὐ μὰ Δί ᾿οὐχ ὁ πλεονέκτηϲ καὶ ἀγνώμων, ἀλλ’ ὁ ἀνόητοϲ καὶ εὐήθηϲ μετὰ χαυνότητοϲ. Μένανδροϲ Περινθίᾳ· ὅϲτιϲ παραλαβὼν δεϲπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατῷ θεράπων, οὐκ οἶδ’ ὅ τι οὗτοϲ μεγαλεῖόν ἐϲτι διαπεπραγμένοϲ, ἐπαβελτερώϲαϲ τόν ποτε ἀβέλτερον. λέγουϲι δὲ καὶ ἀβελτήριον τὴν ἀβελτηρίαν. Ἀλεξανδρίδηϲ Ἑλένη· ἄγκυρα, λέμβοϲ, ϲκεῦοϲ ὅ τι βούλει λέγε. ὦ Ἡράκλειϲ ἀβελτηρίου τεμενικοῦ. ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθοϲ δύναιτό τιϲ. καὶ Ἀβελτηρία, ἡ ἀφροϲύνη. ἢ ἀνοηϲία. Μένανδροϲ· εἰϲ τοῦτο δὲ ἀβελτηρίαϲ ἤλαϲεν αὐτοῖϲ ὁ νοῦϲ, ὥϲτε θάτερον μέροϲ τὴν κατὰ θατέρου μᾶλλον ἢ τὴν κατὰ τῶν πολεμίων εὔχεϲθαι νίκην.