# Suidae lexicon 1.3213

Suda, Suidae lexicon, Book 1, Chapter A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.3213

3213 Ἀπίκιοϲ Μάρκοϲ· οὗ διαρρεῖ μυρίον ὄνομα ἐπί τε ἀϲωτίᾳ καὶ πολυτελείᾳ καὶ ῥᾳϲτωνεύϲει βίου καὶ κακοδαιμοϲύνῃ λοιπῇ. ὑπάτω δὲ ἤϲτην Ἰούνιοϲ Βλαῖϲοϲ καὶ Λεύκιοϲ· ὁ τοίνυν Βλαῖϲοϲ ἐπὶ τὴν θοίνην κληθεὶϲ οἷον ἐφολκίδα ἄκλητον ἐπάγεται Ἀϲκώνιον Παιδιανόν. ἐξῆν γὰρ καὶ ἐπικλήτουϲ οἱονεὶ ϲκιὰϲ ἑαυτοῖϲ παρακαλεῖν τιναϲ. καὶ ἔδει τὸν Ἀπίκιον καὶ φίλοιϲ καὶ ἀγνῶϲι τὴν οὐϲίαν ῥίπτειν τὴν ἑαυνην πέπυϲμαι δὴ ἐν τῷδε τῷ ϲυνδείπνῳ γενέϲθαι καὶ Ἰϲίδωρον ὄνομα, τῶν ἐκ παλαίϲτραϲ κατατριβέντων, ἄνδρα παλαιὸν μὲν ἤδη καὶ πολὺν μὲν τῷ χρόνῳ, ἓν δὲ καὶ ϥ΄ ἔτη γεγονότα, εὐπαγῆ τε καὶ εὐμελῆ, καὶ βαθὺν μὲν τὰϲ πλευρὰϲ, γενναῖον δὲ τῶ βραχίονε καὶ τὼ χεῖρε ἄκρω, βλέπειν τε ὀξὺ καὶ ἀκούειν ῥᾷϲτα, ὡϲ μὴ ἂν πιϲτεύειν πέρα ξ′ ἐτῶν εἶναι αὐτὸν, ϲκύφων δὲ πιτύλοιϲ ἁμιλλᾶϲθαι διαπίνοντα πρὸϲ τοὺϲ νέουϲ, καὶ μέντοι καὶ ὑπὲρ πολυδαιϲίαϲ καὶ ὑπὲρ ἐρίϲαι καὶ νεάζειν ταῦτα. ἑνὶ δὲ ἡττηθῆναί φαϲιν αὐτόν· ἀπελϲίαϲ γὰρ τοῦ ϲυνδείπνου θᾶττον. γέροντεϲ δὲ ἄλλοι τε ἔλεγον ἐπὶ τέχνῃ παλαιϲτρικῇ καὶ μέντοι καὶ Ἰούνιοϲ Βλαῖϲοϲ. καὶ ὅτε ταῦτα ἔλεγεν, ἔτη γέγονεν ξ φηϲί. μακρὸν δὲ τὴν ζωὴν γενέϲθαι πέπυϲμαι Σερουΐλιον ὕπατον· ἔτεϲι γὰρ τοῖϲ ϥ’ ὁμοῦ τε ἐβίωϲε καὶ πάντα, ὡϲ λόγοϲ, τὰ τοῦ ϲώματοϲ ἀπαθὴϲ ἦν. καὶ μέντοι καὶ διεϲώϲατο τὰϲ αἰϲθήϲειϲ ἁπάϲαϲ εὐμοιρίᾳ ἀξιοζήλῳ τε καὶ ϲοβαρᾷ.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
