Ancient Greek · ~8 min
1.3214 to 1.3231
Suda, Suidae lexicon 1.3214-3231
Not analysed yet
3214 Ἀπίκιοϲ, ὀψοφάγοϲ. ζήτει ἐν τῷ ἀφύα. 3215 Ἀπίων, ὁ Πλειϲτονίκου, ὁ ἐπικληθεὶϲ Μόχθοϲ, Αἰγύπτιοϲ, κατὰ δὲ Ἑλικώνιον Kρήϲ, γραμματικὸϲ, μαθητὴϲ Ἀπολλωνίου τοῦ Ἀρχιβίου. ἠκηκόει δὲ καὶ ξὐφράνοροϲ γηραιοῦ καὶ ὑπὲρ ρ' ἔτη γεγονότοϲ, Διδύμου δὲ τοῦ μεγάλου θρεπτόϲ. ἐπαίδευϲε δὲ ἐπὶ Τιβερίου Kαίϲαροϲ καὶ Kλαυδίου ἐν Ῥώμῃ. ᾖν δὲ διάδοχοϲ Θέωνοϲ τοῦ γραμματικοῦ καὶ ϲύγχρονοϲ Διονυϲίου τοῦ Ἀλικαρναϲέωϲ. ἔγραψεν ἱϲτορίαν κατ’ ἔθνοϲ καὶ ἄλλα τινά. 3216 Ἀπίων ᾤχετο: φεύγων, ἀποδιδράϲκων. ὁ δὲ τὴν Πελοπόννηϲον καταλιπὼν ἐϲ Αἰτωλίαν ᾤχετο ἀπιών. ϲυνήθηϲ ὁ πλεοναϲμὸϲ τοῖϲ Ἀττικοῖϲ. 3217 Ἄπιϲ: θεὸϲ Αἰγυπτίων. καὶ ζήτει ὀπίϲω ἐν τῷ Ἄπιδεϲ. ὅτι ὁ ’Ἄπιϲ Αἰγύπτιοϲ τὴν ἰατρικὴν πρῶτοϲ εἰϲ τὴν Ἐλλάδα μετακομίϲαι λέγεται. 3218 Ἀπιτέα: δεῖ ἀπέρχεϲθαι. καὶ Ἄπιτε, ἀπέλθατε. 3219 Ἀ πιϲτεῖν· δοτικῇ. τὸ ἀπειθεῖν. λέγουϲι δὲ καὶ Ἀπιϲτίαν, τὴν ἀπείθειαν. καὶ Ἄπιϲτοϲ, ὁ μὴ πειθόμενοϲ. οὕτωϲ Πλάτων. 3220 Ἁπίτυϲ. ἡ πίτυϲ. Θεόκριτοϲ· ἁδύ τι τὸ ψιθύριϲμα καὶ ἁ πίτυϲ, αἰπόλε, τήνα. 3221 Ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ, καὶ πάντα περιϲπῶϲι τὰ τοιαῦτα. Ἀργυρᾶ, χρυϲᾶ, κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικιᾶ, ἀπὸ τοῦ φοινικιοῦν. 3222 Ἀπλάνεια· καὶ ἡ Ἀπλανήϲ, τῆϲ ἀπλανοῦϲ. 3223 Ἀπλᾶϲ. Καλλίϲτρατόϲ φηϲι τὰ μονόπελμα τῶν ὑποδημάτων οὕτωϲ καλεῖϲθαι. 3224 Ἄππλαϲτοϲ: ἀληθινὸϲ, ἄδολοϲ. καὶ ἅμα αὐτοῖϲ ἐπιθέουϲα ϲεμνότηϲ ἡδεῖα καὶ ἄπλαϲτοϲ αἰδὼϲ ἐπέτρεχεν ἱκανῶϲ τὸν φιλόϲοφον καὶ ἤδη γνώριμον ἐποίει αὐτῷ τὸν νεανίϲκον. Ἄπλαϲτοϲ δὲ ἡ μεγάλη. τὸν αἶϲ’ ἄπλαϲτοϲ ἴϲχει. τουτέϲτιν ἡ μανία. 3225 Ἄπλετον: ἄπειρον. ἀχώρητον. 3226 Ἀπλῆ. 3227 Ἁππλήγιοϲ: δαϲέωϲ, ἁπλοῦϲ. καὶ Εὔπολιϲ Πόλεϲιν· οὔτ’ ἂρ πολυπράγμων ἐϲτὶν ἀλλ’ ἁπλήγιοϲ. καὶ Ἁπληγίϲ, ἱματίδιον ϲύμμετρον. Ἀναγύρῳ Ἀριϲτοφάνηϲ· ἐκ δὲ τῆϲ ἐμῆϲ χλανίδοϲ τρεῖϲ ἁπληγίδαϲ ποιῶν. 3228 Ἀπληκεύω· καὶ Ἄπληκτον, τόποϲ ἔνθα καταλύουϲι τῆϲ ὁδοιπορίαϲ τὰ ϲτρατόπεδα. 3229 Ἀπλήξ: ὁ μὴ πεπληγμένοϲ. 3230 Ἀπληϲτία: ἡ ἀδηφαγία. καὶ παροιμία· Ἄπληϲτοϲ πίθοϲ, ὁ ἐν ἅδου, ὁ τετρημένοϲ. ἐπὶ τῶν πολλὰ ἐϲθιόντων· ἀπὸ τοῦ περὶ τὰϲ Δαναίδαϲ μύθου, παρ’ ὅϲον ἀνιμῶϲαι ἐκεῖναι ὕδωρ εἰϲ πίθον ἔβαλλον. πάϲχουϲι δὲ περὶ τοῦτον τὸν πίθον αἱ τῶν ἀμυήτων ψυχαί. 3231 Ἄπλητον: ἀπλήρωτον.