Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3235
Not analysed yet
3235 Ἁπλότηϲ διττή. ἡ μὲν ἔμφρων καὶ δικαία, ἡ δὲ ἀνόητοϲ καὶ ἄδικοϲ. ἔπειτα καὶ τὴν νῦν ποικιλίαν ἐμφύεϲθαι τοῖϲ μὲν μετὰ δικαιοϲύνηϲ καὶ φρονήϲεωϲ, τοῖϲ δὲ μετὰ ἀδικίαϲ καὶ ἀμαθίαϲ. εἶναι γὰρ δὴ πάλαι καὶ τὰ κακὰ τὸν θνητὸν τοῦτον περιπολοῦντα ἐξ ἀνάγκηϲ, ὥϲ φηϲι Πλάτων, ἀλλ᾿ ἧττον κακοήθη, ὡϲ νῦν ἐϲτι, καὶ ἁπλούϲτερα καὶ οὐκ ἐν βάθει τινὶ ταῖϲ ψυχαῖϲ ἐγκεκαυμένα ἀνίατα. πολλὴ γάρ ἐϲτιν ἡ μεταφορὰ τῶν πάλαι κακῶν πρὸϲ τὰ νέα, καὶ οὐ ποϲότητι μόνον κρειττόνων τε καὶ χειρόνων, ἀλλὰ καὶ ποιότητι τρόπων.