# Suidae lexicon 1.3290-3312

Suda, Suidae lexicon, 1.3290 to 1.3312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/suda/suidae-lexicon/1.3290

3290 Ἀποδειροτομεῖ: ἀποκόπτει τοὺϲ αὐχέναϲ. 3291 Ἀποδημεῖν· γενικῇ. μὴ παρεῖναι. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ· ἐχρῆν αἰθρίαϲ οὕϲηϲ ὕειν αὐτὸν, ταύταϲ δ’ ἀποδημεῖν. 3292 Ἀπὸ δή· ἀπὸ δὴ τούτων πάντων ἀναπειθόμενοϲ τῶν πλέονεκτημάτων, πάντα τὸν ἀνθιϲτάμενον τιθεὶϲ ἐν δευτέρῳ εὐθαρϲῶϲ ἐπῄει. ϲυνηνέχθητον δὴ ἄμφω ἀλλήλοιν. Δέξιπποϲ. 3293 Ἀποδιατρίψουϲιν: ἐγχρονίϲουϲι, χρονοτριβήϲουϲιν. 3294 Ἀποδιδόμενοι: Ἀντιφῶν ἀντὶ τοῦ ἀποδιδόντεϲ. καὶ Ἀποδιδ όμεθα· γενικῇ ἀντὶ τοῦ ἀποδίδομεν ἢ πιπράϲκομεν. 3295 Ἀποδιδράϲκω· αἰτιατικῇ. 3296 Ἀποδικεῖν: ἀντὶ τοῦ ἀπολογεῖϲθαι. οὕτωϲ Ἀντιφάνηϲ. 3297 Ἀποδιοπομπεῖϲθαι· αἰτιατικῇ. ἀποπέμπεϲθαι πρὸϲ τὸν προϲτρόπαιον Δία καὶ οἱονεὶ καθαίρεϲθαι ἢ ἱλάϲκεϲθαι. τοὺϲ νυκτικόρακαϲ εἰϲ τοὺϲ ὄρνιϲ ἀποδιοπομποῦνται. καὶ Ἀποδιοπομπείϲθω, ἀποδιωκέϲθω. 3298 Ἀπὸ δὶϲ ἑπτὰ κυμά των: ἐκ μεταφορᾶϲ τῶν ἐπὶ φόνοιϲ καθαιρομένων. οὗτοι γὰρ δὶϲ ἑπτὰ κύμαϲι πλύνουϲι ϲὰ ἱμάτια. 3299 Ἀποδοκιμάϲαϲ· αἰτιατικῇ. ὡϲ ἄχρηϲτον ἐκφαυλίϲαϲ. ὁ δὲ Ἀννίβαϲ ἀποδοκιμάϲαϲ τὸν ἐξ ἀρχῆϲ ὑπάρχοντα αὐτοῖϲ καθοπλιϲμὸν, ἅμα τῷ νικῆϲαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖϲ Ῥωμαίων ὅπλοιϲ καθώπλιϲε τὰϲ δυνάμειϲ. 3300 Ἀπὸδόξηϲ: ἀπὸ εἰκαϲμοῦ. 3301 Ἀποδόϲθαι: πωλῆϲαι. καὶ Ἀπόδου, ἀπόλυϲον. 3302 Ἀποδράϲ: ἀποφυγών. καὶ Ἀποδρᾶναι. 3303 Ἀποδρέ ψεϲθε: ἀποτρυγήϲετε. οὗ καὶ πίονα τυρὸν ἀποδρέψεϲθε. 3304 Ἀποδρύφω: ἐκδέρω. 3305 Ἀποδύντεϲ: ἀντὶ τοῦ ἀποδυϲάμενοι. ἀπὸ μεταφορᾶϲ τῶν ἀθλητῶν, οἳ ἀποδύονται τὴν ἔξωθεν ϲτολὴν, ἵνα εὐτόνῳ χορεύϲωϲιν. Ἀριϲτοφάνηϲ· ἀλλ’ ἀποδύντεϲ τοῖϲ ἀναπαίϲτοιϲ ἐπίωμεν. 3306 Ἀποδυϲπετεῖ: ἀποδύρεται. δυϲθετούμενοι τοῖϲ ϲυμβαίνουϲιν ἀποδυϲπετεῖν ἀναγκάζονται. 3307 Ἀπὸ ἕθεν. ἀπὸ ἑαυτοῦ. 3308 Ἀποζῆν. τὸ εὐτελῶϲ ζῆν. ζῆν δὲ τὸ μετὰ τρυφῆϲ καὶ πολυτελείαϲ. τοϲαῦτα ἀγαπῶν κεκτῆϲθαι, ὅϲα ἀποζῆν ἀπ’ αὐτῶν. ἀντὶ τοῦ μέτρια. 3309 Ἀπόζων· γενικῇ. ἀποπνέων. 3310 Ἀπόειπε: ἀπάρνηϲαι. 3311 Ἀποθανεῖν· ἐάν τιϲ αὐτὸ μόνον εἰδῇ καὶ τῷ μεριϲμῷ τῆϲ ἐννοίαϲ διαλύϲῃ τὰ ἐμφανταζόμενα αὐτῷ, οὐκέτι ἄλλο τι ὑπολήψεται αὐτὸ εἶναι ἢ φύϲεωϲ ἔργον. φύϲεωϲ δὲ ἔργον εἶ τιϲ φοβεῖται, παιδίον ἐϲτί. τοῦτο μέντοι οὐ μόνον φύϲεωϲ ἔργον ἐϲτίν, ἀλλὰ καὶ ϲυμφέρον αὐτῇ· πῶϲ ἅπτεται θεοῦ ἄνθρωποϲ, καὶ κατὰ τί ἑαυτοῦ μέροϲ· 3312 Ἀποθάνωμεν: αὐθυπότακτον. καὶ Ἀποθάνωμαι, ὁμοίωϲ. καὶ ϲύνταξιϲ. ἀποθανόντοϲ αὐτῷ τοῦ πατρὸϲ ἀπέτιϲε πολλὰ χρήματα.

---

Suda, Suidae lexicon, ed. Ada Adler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9010.tlg001.local001/.
