Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3435
Not analysed yet
3435 Ἀπόμαχοϲ. ὁ ἐκτὸϲ τοῦ πολέμου γεγονώϲ. ὁ δὲ πλήττεται βέλει τὸν μηρὸν, ὡϲ μικροῦ δεῖν μελλῆϲαι ἀπόμαχοϲ ἔϲεϲθαι. καὶ αὖθιϲ· ὁ δὲ ὑπὸ τῆϲ λύπηϲ κατακλυζόμενοϲ ἀπόμαχοϲ ἦν. καὶ Ἀπόμαχοι, οἱ μὴ ἐξιϲχύοντεϲ μάχεϲθαι. οἱ μὲν ἀπόμαχοι ἑαυτοὺϲ κατεχρήϲαντο, οἱ δὲ ἐν τῇ ἡλικίᾳ ἐϲ τοὺϲ ἐναντίουϲ ἀθρόοι ὥρμηϲαν καὶ προθύμωϲ κατεκόπηϲαν. ἢ οἱ ἔξω τῆϲ μάχηϲ. ὡϲ δὲ αὐτῷ ἐξηγγέλλετο, ὡϲ ἔϲοιτο ὁ Θεοδώριχοϲ ἠπατημένοϲ ἀπόμαχοϲ, ὀπίϲω ἀναχωρεῖ. καὶ Ἀπομα χομένου, ἀνθιϲταμένου, παραιτουμένου. ἀπομαχομένου δὲ τοῦ Φαβίου καὶ πολλὰϲ ποιουμένου δεήϲειϲ, ἵνα τῆϲ ἀρχῆϲ ἀπολυθείη.