Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.365
Not analysed yet
365 Γοητεία: μαγεία. γοητεία καὶ μαγεία καὶ φαρμακεία διαφέρουϲιν· ἅπερ ἐφεῦρον Μῆδοι καὶ Πέρϲαι. μαγεία μὲν οὖν ἐϲτιν ἐπίκληϲιϲ δαιμόνων ἀγαθοποιῶν δῆθεν πρὸϲ ἀγαθοῦ τινοϲ ϲύϲταϲιν, ὥϲπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέωϲ θεϲπίϲματα. γοητεία δὲ ἐπὶ τῷ ἀνάγειν νεκρὸν δι’ ἐπικλήϲεωϲ, ὅθεν εἴρηται ἀπὸ τῶν γόων καὶ τῶν θρήνων τῶν περὶ τοὺϲ τάφουϲ γινομένων. φαρμακεία δὲ, ὅταν διά τινοϲ ϲκευαϲίαϲ θανατηφόρου πρὸϲ φίλτρον δοθῇ τινι διὰ ϲτόματοϲ. μαγεία δὲ καὶ ἀϲτρολογία ἀπὸ Μαγουϲαίων ἤρξατο· οἱ γάρ τοι Πέρϲαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγουϲαῖοι, οἱ αὐτοί. καὶ Γοητεύω· αἰτιατικῇ.